Ὁ Παρακλητικός Κανών εἰς τήν Ὑπεραγίαν Θεοτόκον τήν ἐπονομαζομένην Γλυκοφιλοῦσαν, ποίημα Ἰακώβου μοναχοῦ — ψαλλόμενος ἐν τῇ Ἱερᾷ Μονῇ Φιλοθέου τῇ Κυριακῇ ἑσπέρας.
ΑΚΡΟΣΤΙΧΙΣ · ΥΜΝΟΙΣ ΕΞΑΔΩ ΓΛΥΚΟΦΙΛΟΥΣΑΝ ΚΟΡΗΝ· ΙΑΚΩΒΟΥ
Εὐλογήσαντος τοῦ ἱερέως, εὐθύς ὁ ψαλμός 142 (ΡΜΒ΄)
Τὸ « Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν… » καὶ τὰ τροπάρια. Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Τὶς ἐξισχύσειεν, εἰπεῖν, Θεοτόκε, Γλυκοφιλοῦσα τῶν θαυμάτων τά ξένα, τῆς θαυμαστῆς εἰκόνος Σου τεράστια φρικτά; Πάντας θεραπεύεις γάρ, ἐκ δεινῶν νοσημάτων, τάχιστα προφθάνουσα, τοῖς καλοῦσί Σε πίστει· ἀλλά καί νῦν ἡμᾶς ἐκ τῶν δεινῶν, ταῖς προστασίαις Σου σῶζε δεόμεθα.
Οὐ δυνησόμεθα ἁγνή Θεοτόκε, τά Σά θαυμάσια ὑμνεῖν κατά χρέος, εἰ μή γάρ Σύ παρεῖχες τήν βοήθειαν, τίς ἡμᾶς ἐῤῥύσατο χαλεπῶν ἐκ κινδύνων; τίς δέ καί τήν κάθαρσιν τῶν ψυχῶν ἐδωρεῖτο; οὐ μακρυνθῶμεν πώποτε ἐκ Σοῦ, Γλυκοφιλοῦσα, ἐν Σοί γάρ σωζόμεθα.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρου; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.
Ὑμνῆσαί Σου Δέσποινα τά φρικτά, θαύματα σεπτῆς Σου, νῦν εἰκόνος τῆς θαυμαστῆς, καί Γλυκοφιλούσης προθεμένῳ, χάριν μοι λόγου παράσχου καί σύνεσιν.
Μεγίστη ἡ δόξα σου ἀληθῶς, ὑπάρχει Παρθένε, ἐν θαλάσσῃ γάρ τήν σεπτήν, εἰκόνα Σου θείαν ἐκριφθεῖσαν, εἰς τό τοῦ Ἄθωνος ὄρος διέσωσας.
Νεφέλη ὡς οὖσα θείου φωτός, νεφέλην ὀμβροῦσαν, τά θαυμάσια τήν σεπτήν, εἰκόνα Σου ἔδειξας Παρθένε, Γλυκοφιλοῦσα τήν ποίμνην Σου σκέπουσαν.
Ὁ θεῖος ναός Σου, Μῆτερ Θεοῦ, Μονῆς Φιλοθέου, τήν εἰκόνα Σου τήν σεπτήν, ὡς μέγα κειμήλιον κατέχει, θαυμάτων πλήθη ἑκάστοτε βρύουσαν.
Ἱεροῖς ἐν ἀδύτοις, ὁ Χαρακτήρ Δέσποινα, τῆς Γλυκοφιλούσης εἰκόνος Σου τεθησαύρισται, τοῖς πᾶσι νέμουσα, τῶν ἰαμάτων τήν χάριν ἥν κατασπαζόμενοι ἁγιαζόμεθα.
Συνελθόντες ἐν πίστει, ἐν τῇ Μονῇ ἅπαντες, τῇ τοῦ Φιλοθέου, φιλόχριστοι τήν πανθαύμαστον, Μητρός Θεοῦ ἡμῶν, Γλυκοφιλούσης εἰκόνα, ἐκ ψυχῆς ἀσπάσασθε, πρός θεραπείαν παθῶν.
Ἐξαδέτω τό θαῦμα, ὁ ὑπουργός Δέσποινα, τοῦ σεπτοῦ ναοῦ Σου μονάζων Ἰωαννίκιος, καί γάρ κατεῖδέ Σε, τούτῳ δηλοῦσαν κατ᾽ ὄναρ, ἥν πρός τήνδε ποίμνην Σου ἔχεις προμήθειαν.
Ξένον θαῦμα εἰργάσω, καί φοβερόν Δέσποινα, στήσασα πελάγει τό πλοῖον, τό φέρον ἔνδοθεν, Σοῦ τόν συλήσαντα, χρύσεον κόσμον εἰκόνος, ἕως οὗ ἀπέδωκε Σοῦ τοῖς θεράπουσιν.
Διάσωσον ἀπό κινδύνων τήν ποίμνην Σου Θεοτόκε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τήν εἰκόνα Σου ἔχομεν, ὡς ἄῤῥηκτον τεῖχος καί προστασίαν.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Καί μνημονεύει ὁ Ἱερεύς·
Πρεσβείαν θερμήν καί κραταιάν βοήθειαν, αἰτοῦμεν ἐκ Σοῦ Γλυκοφιλοῦσα Δέσποινα, ἐκτενῶς βοῶντες καί λέγοντες, εὐσυμπάθητε πρόφθασον, καί ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τούς πόθῳ τιμῶντας τήν εἰκόνα Σου.
Ἁγιάσματος πέφυκας, οἶκος Θεονύμφευτε καί ἁγίασμα, ἐν εἰκόνι Σου ἀνέβλυσας, ἔνθα ᾑρετίσω, εἰς αἰῶνας οἰκεῖν.
Διανέμει ἰάματα, καί διώκει πνεύματα ἡ ἁγία Σου, εἰκών Δέσποινα ἑκάστοτε, τῆς Γλυκοφιλούσης πᾶσι χρῄζουσιν.
Ὡραιώθης κυήσασα, τόν ὡραῖον κάλλει παρά πάντας βροτούς, καί ὡραία πᾶσι δείκνυται, ἡ Γλυκοφιλοῦσά Σου εἰκών Ἄχραντε.
Γενεαί Σε γεραίρουσιν, Ἄχραντε Μαρία ὡς προεφήτευσας, ἡ Μονή τοῦ Φιλοθέου δέ, ᾄδει παρά πάντας Σά θαυμάσια.
Λάμψον σάς αὐγάς, νῦν ἡμῖν τοῖς προσκυνοῦσί Σου, τό ἐκτύπωμα εἰκόνος Σου τῆς σεπτῆς, Γλυκοφιλούσης ἡλιόμορφε Παντάνασσα.
Ὕμνοις Σε Ἁγνή, πρό προσώπου λιτανεύοντες, σεπτῆς εἰκόνος Σου ἐκθειάζομεν, τά μεγαλεῖα τῶν θαυμάτων Σου γεραίροντες.
Κόσμος τά φρικτά, καταγγέλλει Σοῦ θαυμάσια, ἅ καθ᾽ ἑκάστην τοῖς καλοῦσί Σε, Γλυκοφιλοῦσα ἐκτελεῖς πᾶσι τοῖς χρῄζουσιν.
Ὅταν Σου Ἁγνή, χαρακτῆρα τόν πανθαύμαστον, Γλυκοφιλοῦσα κατοπτεύσωμαι, χαρᾶς ἀπείρου, ἡ καρδία μου ἐμπίπλαται.
Φιλόθεοι, Φιλοθέου ἄζυγοι, ἀριζήλου τῆς Μονῆς συνδραμόντες, χεῖρας ὑμῶν, συγκροτοῦντες ὑμνεῖτε, Γλυκοφιλούσης εἰκόνα τήν πάντιμον, καί ψάλλατε χαρμονικῶς, ἀρυόμενοι ταύτης τάς χάριτας.
Ἰδόντες Σου τό φρικτόν θαυμάσιον, ὅτε ἔσωσας τόν πρίν ἀπιστοῦντα, προσκυνητήν τοῦ τριστέγους πεσόντα, καί ἀβλαβῆ θαυμαστῶς διαμείναντα, ἐδόξασαν πάντες ὁμοῦ, τά φρικτά τῆς εἰκόνος Σου θαύματα.
Λαλοῦνταί Σου τά παράδοξα Κόρη, ἀνά πᾶσαν πολιτείαν καί χώραν, ἅ ἐκτελεῖς ἔνδον τε τῆς Μονῆς Σου, καί πανταχοῦ τοῖς καλοῦσί Σε Δέσποινα, νοσήματα γάρ χαλεπά, θεραπεύεις καί δαίμονας ἤλασας.
Ὀφείλομεν ἀνυμνεῖν ἑκάστοτε, τά πολλά Σου μεγαλεῖα Παρθένε, καί τά φρικτά θαύματα Σῆς εἰκόνος, Γλυκοφιλούσης, ἅ ἔδρασας ἅπασι τοῖς πίστει αἰτήσασι τήν Σήν, ἀρωγήν καί ἀντίληψιν Δέσποινα.
Διάσωσον Σήν Μονήν τε καί ποίμνην, ἀπό πάσης προσβολῆς ἐναντίας ἀπήμονα, ὅτι πάντες ἐν τοῖς δεινοῖς Σήν εἰκόνα πλουτοῦμεν, ὡς ἄῤῥηκτον τεῖχος καί προστασίαν.
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρική παῤῥησίαν.
Καί μνημονεύει ὁ ἱερεύς·
Προστασίαν ἐν συμφοραῖς Σε κεκτήμεθα καί μεσίτην πρός τόν Σόν Υἱόν προβαλλόμεθα, οἱ ταπεινοί οἰκέται Σου Μῆτερ Θεοῦ· καί νῦν πρόφθασον ὡς ἀγαθή εἰς τήν βοήθειαν ἡμῶν, τῶν θερμῶς κραυγαζόντων Σοι, τάχυνον εἰς πρεσβείαν καί ῥῦσαι πάσης ἀνάγκης, ποίμνην τήνδε δεομένην Σου.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ. (Δίς)
Στίχος· Ἄκουσον θύγατερ καί ἴδε, καί κλῖνον τό οὖς Σου, καί ἐπιλάθου τοῦ λαοῦ Σου, καί τοῦ οἴκου τοῦ πατρός Σου· καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους Σου.
Τοῦ ὀνόματός Σου μνησθήσομαι ἐν πάσῃ γενεᾷ καί γενεᾷ.
Εὐαγγέλιον κατά Λουκᾶν: Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα…
Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν μονάδι, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ταῖς τῆς σῆς Ἀχράντου Μητρός Γλυκοφιλούσης, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ.· Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Μέγα καταφύγιον, τήν Σήν Εἰκόνα Παρθένε, κεκτημένη σώζεται, ἡ Μονή Σου πάντοτε ἐκ παντός δεινοῦ, καί πιστῶς ᾄσμασιν, εὐφημεῖ χαίρουσα, προσκυνοῦσα καί βοῶσά Σοι, ψυχῇ καί γλώσσῃ τε, ὦ Γλυκοφιλοῦσα Παντάνασσα, σῶζε ἡμᾶς ἐκ θλίψεων, νόσων καί δεινῶν περιστάσεων. Μῆτερ τοῦ Ὑψίστου, πρός Σέ γάρ καταφεύγομεν ἀεί, μή οὖν παρίδῃς τήν δέησιν, τῶν παρακαλούντων Σε.
Ὁ Ἱερεύς· Σῶσον ὁ Θεός τόν λαόν Σου…
Ὑπέρ φύσιν καί λόγον, τόν Υἱόν τοῦ Ἀνάρχου Πατρός κυήσασα, βρεφοπρεπῶς φιλοῦσα, κατέλιπες εἰκόνα, τήν σεπτήν Σου τῇ ποίμνῃ Σου, ἥν προσκυνοῦμεν Ἁγνή σύν πόθῳ εἰς αἰῶνας.
Σέ λιμένα καί τεῖχος, εὐμοιρήσαντες Δέσποινα φυλαττόμεθα, προστρέχοντες τῇ σκέπῃ, εἰκόνος Σου τῆς θείας, καί συμφώνως βοῶμέν Σοι, εὐλογημένη Ἁγνή, ἐν γυναιξίν ὑπάρχεις.
Ἀπροσμάχητον τεῖχος, κεκτημένοι Σε πάντες ἁγνή γεραίρομεν· ῥυσθῆναι οὖν κινδύνων, λοιμοῦ, σεισμοῦ, μαχαίρας, τήν Μονήν Σου ἱκέτευε, ὅπως ὑμνῶμεν ἀεί, τήν Σήν ἄμαχον σκέπην.
Νεκταρῶδες ὡς οἶνον, ἐμφορούμενοι Κόρη τά Σά θαυμάσια, τιμῶμεν τήν εἰκόνα, Σοῦ τήν Γλυκοφιλοῦσαν, ἥν ἡμῖν πλοῦτον ἄσυλον, ἔδωκας Μῆτερ Θεοῦ, κραταίωμα καί σκέπη.
Καταφυγήν Σε καί σωτηρίαν εὑρόντες, οἱ Φιλοθέου τήν Μονήν κατοικοῦντες, ὦ Γλυκοφιλοῦσα, ὑμνοῦμεν εἰς αἰῶνας.
Οἱ τῶν λιτανευόντων ποτέ οἰνοφλυγίᾳ, Ἁγνή πεσόντες ἐν λιτανείᾳ τούτους, δι᾽ ἀκινησίας πρός νῆψιν ἐπανῆγες.
Ῥῶσιν βραβεύεις Δέσποινα τοῖς νοσοῦσι, καί πᾶσι νέμεις, αἰτήματα τοῖς πόθῳ, κατασπαζομένοις τήν θείαν Σου εἰκόνα.
Νέμεις Σήν χάριν ἡμῖν τοῖς Σέ ὑμνοῦσι, Γλυκοφιλοῦσα, καί σώζεις ἐκ κινδύνων, τούς δοξολογοῦντας τόν ἄσπορόν Σου τόκον.
Ἰδού νῦν ὡς προέφης, γενεαί Σε πᾶσαι, Γλυκοφιλοῦσα ἀεί μακαρίζομεν, καί τήν σεπτήν Σου εἰκόνα κατασπαζόμεθα.
Ἁγνή καί πρό τοῦ τόκου, καί ἐν τόκῳ ὤφθης καί μετά τόκον Παρθένος διέμεινας· διό Σοῦ πάντες εἰκόνα, τήν θείαν σέβομεν.
Κατάβαλε Παρθένε, τούς μή προσκυνοῦντας, τήν ἱεράν Σου εἰκόνα καί φύλαττε, ποίμνην τήν πίστει καί πόθῳ Σέ μεγαλύνουσαν.
Ὦ Γλυκοφιλοῦσα, παράλαβε ὁσίους, καί Ἱεράρχας Μονῆς Σου προστάτας ἡμῶν, συμπρεσβευτάς καί τόν Κτίστην ἡμῖν ἱλέωσον.
Βασίλισσα Παρθένος, πέφυκας τεκοῦσα, τόν Βασιλέα τῆς δόξης καί Κύριον, ὅν ἐκδυσώπει σωθῆναι τούς ἀνυμνοῦντάς Σε.
Οὐράνωσας τήν φύσιν, τῶν βροτῶν Παρθένε, τόν οὐρανοῦ Βασιλέα κυήσασα· τῆς βασιλείας οὖν τούτου ἡμᾶς ἀξίωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον, καί Παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ἡ πανυπερθαύμαστός Σου εἰκών, ἐκ Βασιλευούσης, προανίσχουσα πρός ἡμᾶς, ὡς ἥλιος πᾶσιν, ἐφαπλοῖ τάς ἀκτῖνας, θαυμάτων καί διώκει νύκτα τῶν θλίψεων.
Τό τῆς Φιλοθέου κλέος λαμπρόν, καί ὄρους τοῦ Ἄθω, τήν κρηπίδα καί ὀφθαλμόν, τήν Γλυκοφιλοῦσαν εἰκόνα τῆς Πανάγνου, χαρᾷ καί εὐλαβείᾳ κατασπασώμεθα.
Πάντες τήν εἰκόνα τήν θαυμαστήν, τῆς Γλυκοφιλούσης, προσκυνήσωμεν εὐλαβῶς, ἐξ ἧς χάρις βρύει, ἐσμόν παθῶν δυσώδη, διώκουσα τῶν πίστει προσπτυσσομένων αὐτήν.
Τούς ἀσπαζομένους Σε εὐλαβῶς, ὦ Γλυκοφιλοῦσα, διαφύλαττε ἀσινεῖς, ἐκ παντός κινδύνου, καί δίδου εὐρωστίαν, ψυχῶν τε σωτηρίαν, καί ἀπολύτρωσιν.
Ὄντως πανωραία Σου ἡ εἰκών, τῆς Γλυκοφιλούσης, Θεονύμφευτε Μαριάμ, βρύουσα θαυμάτων, πλήθη τοῖς προσιοῦσι, ἐσμόν ἀῤῥωστημάτων ἀποδιώκουσα.
Δίδου τοῖς τιμῶσί Σου τόν ναόν, τοῦτον τάς αἰτήσεις, καί ἀξίωσον τῆς ζωῆς, τῆς ἐπουρανίου, Γλυκοφιλοῦσα Κόρη, καί τήν περικλεῆ Σου Μονήν περίσωζε.
Ἵλεως γενοῦ μοι Σοί ἐκβοᾷ, ἡ Μονή Σου αὕτη, ἡ ἐλπίζουσα ἐπί Σοί, τῇ Γλυκοφιλούσῃ Μητρί τῇ τοῦ Δεσπότου, ἥν φύλαττε καί σκέπε ἐξ ἐπηρείας δεινῶν.
Μέγα τε τεράστιον καί φρικτόν, ἐτέλεσας ὄντως, ὅτε ἔστησας τήν ὁρμήν, πυρός τοῦ παμφάγου, ἐν δάσει τῆς Μονῆς Σου, διό Σε εὐλογοῦμεν Ὀροφυλάκισσα.*
Πάντες καταπλήττονται, ὦ Ἁγνή, ὁρῶντες ἐνταῦθα Σά θαυμάσια τά φρικτά, ἅπερ καθ᾽ ἑκάστην τελεῖς ἐν τῇ Μονῇ Σου· διό Γλυκοφιλοῦσα, Σέ μεγαλύνομεν.
Δέχου τάς πρεσβείας, Παμβασιλεῦ, τῆς Ἀειπαρθένου Παναχράντου Σοῦ τε Μητρός, καί τήν ποίμνην ταύτην, ἀπήμονα συντήρει, ἐχθίστων πάσης βλάβης, ὅπως δοξάζει Σε.
Φιλόθεον πάντες τόν τῆς Μονῆς, δομήτορα θεῖον, Θεοδόσιον Συμεών, σύν Διονυσίῳ, Κοσμᾷ Δομετιανῷ τε, σύν ἅμα Δομετίῳ ὕμνοις τιμήσωμεν.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τούς δύο φωστῆρας, τούς μεγάλους καί φωταυγεῖς Μιχαήλ τόν μέγαν, καί Γαβριήλ τόν θεῖον, τούς δύο Ταξιάρχας τοῦ Παντοκράτορος.
Εἶτα τό μεγαλυνάριον τοῦ Ἁγίου τῆς ἡμέρας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Ὁ Ἀναγνώστης·
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν· Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία…
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν· ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον ἡμᾶς· ἐπί Σοί γάρ πεποίθαμεν· μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ᾽ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαγχνος, καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σύ γάρ εἶ Θεός ἡμῶν, καί ἡμεῖς λαός Σου· πάντες ἔργα χειρῶν Σου, καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Τῆς εὐσπλαγχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς Σέ, μή ἀστοχήσωμεν· ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σύ γάρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Γίνεται δέησις ὑπό τοῦ ἱερέως· εἶτα ἀπόλυσις. Εἰς δέ τόν ἀσπασμόν τῆς Ἁγίας Εἰκόνος τῆς Γλυκοφιλούσης, τό Τροπάριον·
Πάντας ἡμᾶς οἴκτειρον Ἁγνή, Μῆτερ τοῦ Θεοῦ καί Παρθένε, προσπεφευγότας ἐν Σοί, καί Σοῦ τήν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς καί Μονήν τήν τιμῶσάν Σε, τήν Γλυκοφιλοῦσαν, σκέπε καί περίσωζε ἐξ ἐπηρείας δεινῶν, ῥῦσαι καί φθορᾶς καί κινδύνων, καί ἐπιτυχεῖν βασιλείας, Κόρη τοῦ Υἱοῦ Σου καταξίωσον.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπό τήν σκέπην Σου.
Ὁ Ἱερεύς· Δι᾽ εὐχῶν τῶν ἁγίων…
* Τοῦτο καί τό ἑπόμενόν εἰσιν ἀναμνηστικά τοῦ θαύματος τῆς Παναγίας Γλυκοφιλούσης τῇ 20ῇ Αὐγούστου 1945.