Ὕμνοι ψαλλόμενοι ἐν ταῖς Ἀκολουθίαις τῆς Ἱερᾶς Μονῆς Φιλοθέου πρὸς τιμὴν τῆς θαυματουργοῦ εἰκόνος τῆς Παναγίας Γλυκοφιλούσης.
Εἰκὼν ἡλιόμορφε, Γλυκοφιλοῦσα σεπτή, ἀγκάλαις σου φέρουσα τὸν τοῦ παντὸς Ποιητὴν, τὴν Ποίμνην σου φύλαττε. Πόθῳ τὴν Σὲ τιμῶσαν, ἀπὸ πάσης ἀνάγκης, πέμπουσα τὰς ἀκτῖνας τῶν λαμπρῶν σου θαυμάτων, Μονὴν τοῦ Φιλοθέου φρουροῦσα λιταῖς ἀκοιμήτοις Σου.
Ἐπικρατούσης αἱρέσεως, τῆς σεπτῆς Παρθένε εἰκόνος σου σαφῶς προνοεῖς· καὶ διὰ ποντοπορίας τῇ σῇ Μονῇ προσφέρεις ὡς δῶρον ἐπάξιον ταύτην· δὲ ἡμεῖς Γλυκοφιλοῦσαν ὀρθῶς ἐπικαλοῦντες, σὲ μακαρίζομεν.
Ὡς δώρημα τέλειον, ἐκ Βυζαντίου Ἁγνή, τὴν θείαν Εἰκόνα σου, ἡ Φιλοθέου Μονή, ἐδέξατο χαίρουσα· ἥνπερ Γλυκοφιλοῦσαν, προσφυῶς προσφωνοῦσα, χάριν ἀεὶ καρποῦται, ἐξ αὐτῆς καὶ βοᾶ σοι· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Ὡς πολύτιμον γέρας τὴν ἁγίαν Εἰκόνα σου, ἡ Μονὴ Φιλοθέου κεκτημένη ἀγάλλεται· ἐν ταύτῃ γάρ ὁρῶντές σε Ἁγνή, ὡς νήπιον φιλοῦσαν τὸν Χριστόν, μεγαλύνομεν τὴν δόξαν σου τὴν πολλήν, Παρθένε ἐκβοῶντές σοι· δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ συμπαθείᾳ σου, δόξα τῇ πρὸς ἡμᾶς σου προμηθείᾳ Ἄχραντε.