ΑΠΟΛΥΤΙΚΙΑ


ΗΧΟΣ Δ΄

Εἰκὼν ἡλιόμορφε, Γλυκοφιλοῦσα σεπτή, ἀγκάλαις σου φέρουσα τὸν τοῦ παντὸς Ποιητὴν, τὴν Ποίμνην σου φύλαττε. Πόθῳ τὴν Σὲ τιμῶσαν, ἀπὸ πάσης ἀνάγκης, πέμπουσα τὰς ἀκτῖνας τῶν λαμπρῶν σου θαυμάτων, Μονὴν τοῦ Φιλοθέου φρουροῦσα λιταῖς ἀκοιμήτοις Σου.


ΗΧΟΣ ΒΑΡΥΣ

Ἐπικρατούσης αἱρέσεως, τῆς σεπτῆς Παρθένε εἰκόνος σου σαφῶς προνοεῖς· Καὶ διὰ ποντοπορίας τῇ σῇ Μονῇ προσφέρεις ὡς δῶρον ἐπάξιον ταύτην δὲ ἡμεῖς Γλυκοφιλοῦσαν ὀρθῶς ἐπικαλοῦντες, σὲ μακαρίζομεν.


ΗΧΟΣ Δ΄

Ὡς δώρημα τέλειον, ἐκ Βυζαντίου Ἁγνή, τὴνθείαν Εἰκόνα σου, ἡ Φιλοθέου Μονή, ἐδέξατο χαίρουσα· ἥνπερ Γλυκοφιλοῦσαν, προσφυῶς προσφωνοῦσα, χάριν ἀεὶ καρποῦται, ἐξ αὐτῆς καὶ βοᾶ σοι· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.


ΚΟΝΤΑΚΙΟΝ Τῇ Ὑπερμάχῳ.

Γλυκοφιλούσης τὴν Εἰκόνα τὴν ὑπέρτιμον,

Τὴν καταπλεύσασαν ἡμῖν ἀπὸ τοῦ Βύζαντος,

Προσελθόντες προσκυνήσωμεν ἐκβοῶντες·

Οἷα Μήτηρ συμπαθὴς τοῦ Παντοκράτορος,

ἡμῖν δίδου οἰκτιρμῶν σου τὰ δωρήματα,

τοῖς κραυγάζουσι· χαῖρε πάντων Βασίλισσα.


Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ὡς πολύτιμον γέρας τήν ἁγίαν Εἰκόνα σου, ἡ Μονή Φιλοθέου κεκτημένη ἀγάλλεται˙ ἐν ταύτῃ γάρ ὁρῶντές σε Ἁγνή, ὡς νήπιον φιλοῦσαν τόν Χριστόν, μεγαλύνομεν, τήν δόξαν σου τήν πολλήν, Παρθένε ἐκβοῶντές σοι˙ δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ συμπαθείθᾳ σου, δόξα τῇ πρός ἡμᾶς σου προμήθειᾳ Ἅχραντε.