ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ


    ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

τὴν ἐπονομαζομένην

Γλυκοφιλοῦσαν

Ψαλλόμενος τῇ Κυριακῇ ἑσπέρας


Εὐλογήσαντος τοῦ ἱερέως, εὐθύς ὁ ψαλμός 142 (ΡΜΒ΄)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰ χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἐπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.

Τὸ "Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν..."

καὶ τὰ τροπάρια, ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.

Τὶς ἐξισχύσειεν, εἰπεῖν, Θεοτόκε, Γλυκοφιλοῦσα τῶν θαυμάτων τά ξένα, τῆς θαυμαστῆς εἰκόνος Σου τεράστια φρικτά; Πάντας θεραπεύεις γάρ, ἐκ δεινῶν νοσημάτων, τάχιστα προφθάνουσα, τοῖς καλοῦσί Σε πίστει· ἀλλά καί νῦν ἡμᾶς ἐκ τῶν δεινῶν, ταῖς προστασίαις Σου σῶζε δεόμεθα.

Δόξα...

Οὐ δυνησόμεθα ἁγνή Θεοτόκε, τά Σά θαυμάσια ὑμνεῖν κατά χρέος, εἰ μή γάρ Σύ παρεῖχες τήν βοήθειαν, τίς ἡμᾶς ἐῤῥύσατο χαλεπῶν ἐκ κινδύνων; τίς δέ καί τήν κάθαρσιν τῶν ψυχῶν ἐδωρεῖτο; οὐ μακρυνθῶμεν πώποτε ἐκ Σοῦ, Γλυκοφιλοῦσα, ἐν Σοί γάρ σωζόμεθα.

Καί νῦν...

Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μή γάρ Σύ προΐστασο πρεσβεύουσα· τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρου; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σούς γάρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50ός) Ψαλμός

λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι την ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστί διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησαν θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Κανών· οὗ ἡ ἀκροστιχίς·

Ὕμνοις ἐξᾴδω Γλυκοφιλοῦσαν κόρην· Ἰακώβου.

Ὠδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

μνῆσαί Σου Δέσποινα τά φρικτά, θαύματα σεπτῆς Σου, νῦν εἰκόνος τῆς θαυμαστῆς, καί Γλυκοφιλούσης προθεμένῳ, χάριν μοι λόγου παράσχου καί σύνεσιν.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Μεγίστη ἡ δόξα σου ἀληθῶς, ὑπάρχει Παρθένε, ἐν θαλάσσῃ γάρ τήν σεπτήν, εἰκόνα Σου θείαν ἐκριφθεῖσαν, εἰς τό τοῦ Ἄθωνος ὄρος διέσωσας.

Δόξα Πατρί...

Νεφέλη ὡς οὖσα θείου φωτός, νεφέλην ὀμβροῦσαν, τά θαυμάσια τήν σεπτήν, εἰκόνα Σου ἔδειξας Παρθένε, Γλυκοφιλοῦσα τήν ποίμνην Σου σκέπουσαν.

Καί νῦν...

θεῖος ναός Σου, Μῆτερ Θεοῦ, Μονῆς Φιλοθέου, τήν εἰκόνα Σου τήν σεπτήν, ὡς μέγα κειμήλιον κατέχει, θαυμάτων πλήθη ἑκάστοτε βρύουσαν.

ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

εροῖς ἐν ἀδύτοις, ὁ Χαρακτήρ Δέσποινα, τῆς Γλυκοφιλούσης εἰκόνος Σου τεθησαύρισται, τοῖς πᾶσι νέμουσα, τῶν ἰαμάτων τήν χάριν ἥν κατασπαζόμενοι ἁγιαζόμεθα.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Συνελθόντες ἐν πίστει, ἐν τῇ Μονῇ ἅπαντες, τῇ τοῦ Φιλοθέου, φιλόχριστοι τήν πανθαύμαστον, Μητρός Θεοῦ ἡμῶν, Γλυκοφιλούσης εἰκόνα, ἐκ ψυχῆς ἀσπάσασθε, πρός θεραπείαν παθῶν.

Δόξα Πατρί...

ξαδέτω τό θαῦμα, ὁ ὑπουργός Δέσποινα, τοῦ σεπτοῦ ναοῦ Σου μονάζων Ἰωαννίκιος, καί γάρ κατεῖδέ Σε, τούτῳ δηλοῦσαν κατ᾿ ὄναρ, ἥν πρός τήν δε ποίμνην σου ἔχεις προμήθειαν.

Καί νῦν...

Ξένον θαῦμα εἰργάσω, καί φοβερόν Δέσποινα, στήσασα πελάγει τό πλοῖον, τό φέρον ἔνδοθεν, Σοῦ τόν συλήσαντα, χρύσεον κόσμον εἰκόνος, ἕως οὗ ἀπέδωκε Σοῦ τοῖς θεράπουσιν.

Διάσωσον ἀπό κινδύνων τήν ποίμνην Σου Θεοτόκε, ὅτι πάντες ἐν τοῖς δεινοῖς τήν εἰκόνα Σου ἔχομεν, ὡς ἄῤῥηκτον τεῖχος καί προστασίαν.

πίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Καί μνημονεύει ὁ Ἱερεύς·

εἶτα τό κάθισμα, ἦχος β΄.

Πρεσβείαν θερμήν καί κραταιάν βοήθειαν, αἰτοῦμεν ἐκ Σοῦ Γλυκοφιλοῦσα Δέσποινα, ἐκτενῶς βοῶντες καί λέγοντες, εὐσυμπάθητε πρόφθασον, καί ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τούς πόθῳ τιμῶντας τήν εἰκόνα Σου.

ᾨδή δ΄. Εἰσακήκοα Κύριε.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

γιάσματος πέφυκας, οἶκος Θεονύμφευτε καί ἁγίασμα, ἐν εἰκόνι Σου ἀνέβλυσας, ἔνθα ᾐρετίσω, εἰς αἰῶνας οἰκεῖν.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Διανέμει ἰάματα, καί διώκει πνεύματα ἡ ἁγία Σου, εἰκών Δέσποινα ἑκάστοτε, τῆς Γλυκοφιλούσης πᾶσι χρήζουσιν.

Δόξα Πατρί...

ραιώθης κυήσασα, τόν ὡραῖον κάλλει παρά πάντας βροτούς, καί ὡραία πᾶσι δείκνυται, ἡ Γλυκοφιλοῦσά Σου εἰκών Ἄχραντε.

Καί νῦν...

Γενεαί Σε γεραίρουσιν, Ἄχραντε Μαρία ὡς προεφήτευσας, ἡ Μονή τοῦ Φιλοθέου δέ, ᾄδει παρά πάντας Σά θαυμάσια.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Λάμψον σάς αὐγάς, νῦν ἡμῖν τοῖς προσκυνοῦσί Σου, τό ἐκτύπωμα εἰκόνος Σου τῆς σεπτῆς, Γλυκοφιλούσης ἡλιόμορφε Παντάνασσα.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

μνοις Σε Ἁγνή, πρό προσώπου λιτανεύοντες, σεπτῆς εἰκόνος Σου ἐκθειάζομεν, τά μεγαλεῖα τῶν θαυμάτων Σου γεραίροντες.

Δόξα Πατρί...

Κόσμος τά φρικτά, καταγγέλλει Σοῦ θαυμάσια, ἅ καθ᾿ ἑκάστην τοῖς καλοῦσί Σε, Γλυκοφιλοῦσα ἐκτελεῖς πᾶσι τοῖς χρήζουσιν.

Καί νῦν...

ταν Σου Ἁγνή, χαρακτῆρα τόν πανθαύμαστον, Γλυκοφιλοῦσα κατοπτεύσωμαι, χαρᾶς ἀπείρου, ἡ καρδία μου ἐμπίπλαται.

ᾨδή Ϛ΄. Τήν δέησιν ἐκχεῶ.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Φιλόθεοι, Φιλοθέου ἄζυγοι, ἀριζήλου τῆς Μονῆς συνδραμόντες, χεῖρας ὑμῶν, συγκροτοῦντες ὑμνεῖτε, Γλυκοφιλούσης εἰκόνα τήν πάντιμον, καί ψάλλατε χαρμονικῶς, ἀρυόμενοι ταύτης τάς χάριτας.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

δόντες Σου τό φρικτόν θαυμάσιον, ὅτε ἔσωσας τόν πρίν ἀπιστοῦντα, προσκυνητήν τοῦ τριστέγους πεσόντα, καί ἀβλαβῆ θαυμαστῶς διαμείναντα, ἐδόξασαν πάντες ὁμοῦ, τά φρικτά τῆς εἰκόνος Σου θαύματα.

Δόξα Πατρί...

Λαλοῦνταί σου τά παράδοξα Κόρη, ἀνά πᾶσαν πολιτείαν καί χώραν, ἅ ἐκτελεῖς ἔνδον τε τῆς Μονῆς Σου, καί πανταχοῦ τοῖς καλοῦσί Σε Δέσποινα, νοσήματα γάρ χαλεπά, θεραπεύεις καί δαίμονας ἤλασας.

Καί νῦν...

φείλομεν ἀνυμνεῖν ἑκάστοτε, τά πολλά Σου μεγαλεῖα Παρθένε, καί τά φρικτά θαύματα Σῆς εἰκόνος, Γλυκοφιλούσης, ἅ ἔδρασας ἅπασι τοῖς πίστει αἰτήσασι τήν Σήν, ἀρωγήν καί ἀντίληψιν Δέσποινα.

Διάσωσον Σήν Μονήν τε καί ποίμνην, ἀπό πάσης προσβολῆς ἐναντίας ἀπήμονα, ὅτι πάντες ἐν τοῖς δεινοῖς Σήν εἰκόνα πλουτοῦμεν, ὡς ἄῤῥηκτον τεῖχος καί προστασίαν.

χραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρική παῤῥησίαν.

Καί μνημονεύει ὁ ἱερεύς·

εἶτα τό Κοντάκιον, ἦχος δ΄.

Προστασίαν ἐν συμφοραῖς Σε κεκτήμεθα καί μεσίτην πρός τόν Σόν Υἱόν προβαλλόμεθα, οἱ ταπεινοί οἰκέται Σου Μῆτερ Θεοῦ· καί νῦν πρόφθασον ὡς ἀγαθή εἰς τήν βοήθειαν ἡμῶν, τῶν θερμῶς κραυγαζόντων Σοι, τάχυνον εἰς πρεσβείαν καί ῥῦσαι πάσης ἀνάγκης, ποίμνην τήνδε δεομένην Σου.

Προκείμενον.

Μνησθήσομαι τοῦ ὀνόματος Σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ· (Δίς).

Στίχος: Ἄκουσον θύγατερ καί ἴδε, καί κλῖνον τό οὖς Σου, καί ἐπιλάθου τοῦ λαοῦ Σου, καί τοῦ οἴκου τοῦ πατρός Σου· καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους Σου.

Τοῦ ὀνόματός σου μνησθήσομαι ἐν πάσῃ γενεᾷ καί γενεᾷ.

Εὐαγγέλιον κατά Λουκᾶν.

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα...

Δόξα Πατρί...

Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν μονάδι, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν...

Ταῖς τῆς σῆς Ἀχράντου Μητρός Γλυκοφιλούσης, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ.: Ἐλεήμων, ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι.

Μέγα καταφύγιον, τήν Σήν Εἰκόνα Παρθένε, κεκτημένη σώζεται, ἡ Μονή Σου πάντοτε ἐκ παντός δεινοῦ, καί πιστῶς ᾄσμασιν, εὐφημεῖ χαίρουσα, προσκυνοῦσα καί βοῶσά Σοι, ψυχῇ καί γλώσσῃ τε, ὦ Γλυκοφιλοῦσα Παντάνασσα, σῶζε ἡμᾶς ἐκ θλίψεων, νόσων καί δεινῶν περιστάσεων. Μῆτερ τοῦ Ὑψίστου, πρός Σέ γάρ καταφεύγομεν ἀεί, μή οὖν παρίδῃς τήν δέησιν, τῶν παρακαλούντων Σε.

Ὁ Ἱερεύς· Σῶσον ὁ Θεός τόν λαόν σου....

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

πέρ φύσιν καί λόγον, τόν Υἱόν τοῦ Ἀνάρχου Πατρός κυήσασα, βρεφοπρεπῶς φιλοῦσα, κατέλιπες εἰκόνα, τήν σεπτήν Σου τῇ ποίμνῃ Σου, ἥν προσκυνοῦμεν Ἁγνή σύν πόθῳ εἰς αἰῶνας.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Σέ λιμένα καί τεῖχος, εὐμοιρήσαντες Δέσποινα φυλαττόμεθα, προστρέχοντες τῇ σκέπῃ, εἰκόνος Σου τῆς θείας, καί συμφώνως βοῶμέν Σοι, εὐλογημένη Ἁγνή, ἐν γυναιξίν ὑπάρχεις.

Δόξα Πατρί...

προσμάχητον τεῖχος, κεκτημένοι Σε πάντες ἁγνή γεραίρομεν· ῥυσθῆναι οὖν κινδύνων, λοιμοῦ, σεισμοῦ, μαχαίρας, τήν Μονήν Σου ἱκέτευε, ὅπως ὑμνῶμεν ἀεί, τήν Σήν ἄμαχον σκέπην.

Καί νῦν...

Νεκταρῶδες ὡς οἶνον, ἐμφορούμενοι Κόρη τά Σά θαυμάσια, τιμῶμεν τήν εἰκόνα, Σοῦ τήν Γλυκοφιλοῦσαν, ἥν ἡμῖν πλοῦτον ἄσυλον, ἔδωκας Μῆτερ Θεοῦ, κραταίωμα καί σκέπη.

ᾨδή η΄. Τόν Βασιλέα τῶν οὐρανῶν.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Καταφυγήν Σε καί σωτηρίαν εὑρόντες, οἱ Φιλοθέου τήν Μονήν κατοικοῦντες, ὦ Γλυκοφιλοῦσα, ὑμνοῦμεν εἰς αἰῶνας.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Οἱ τῶν λιτανευόντων ποτέ οἰνοφλυγίᾳ, Ἁγνή πεσόντες ἐν λιτανείᾳ τούτους, δι᾿ ἀκινησίας πρός νῆψιν ἐπανῆγες.

Δόξα Πατρί...

Ρῶσιν βραβεύεις Δέσποινα τοῖς νοσοῦσι, καί πᾶσι νέμεις, αἰτήματα τοῖς πόθῳ, κατασπαζομένοις τήν θείαν Σου εἰκόνα.

Καί νῦν...

Νέμεις Σήν χάριν ἡμῖν τοῖς Σέ ὑμνοῦσι, Γλυκοφιλοῦσα, καί σώζεις ἐκ κινδύνων, τούς δοξολογοῦντας τόν ἄσπορόν Σου τόκον.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

δού νῦν ὡς προέφης, γενεαί Σε πᾶσαι, Γλυκοφιλοῦσα ἀεί μακαρίζομεν, καί τήν σεπτήν Σου εἰκόνα κατασπαζόμεθα.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

γνή καί πρό τοῦ τόκου, καί ἐν τόκῳ ὤφθης καί μετά τόκον Παρθένος διέμεινας· διό Σοῦ πάντες εἰκόνα, τήν θείαν σέβομεν.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Κατάβαλε Παρθένε, τούς μή προσκυνοῦντας, τήν ἱεράν Σου εἰκόνα καί φύλαττε, ποίμνην τήν πίστει καί πόθῳ Σέ μεγαλύνουσαν.

Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Γλυκοφιλοῦσα, παράλαβε ὁσίους, καί Ἱεράρχας Μονῆς Σου προστάτας ἡμῶν, συμπρεσβευτάς καί τόν Κτίστην ἡμῖν ἱλέωσον.

Δόξα Πατρί...

Βασίλισσα Παρθένος, πέφυκας τεκοῦσα, τόν Βασιλέα τῆς δόξης καί Κύριον, ὅν ἐκδυσώπει σωθῆναι τούς ἀνυμνοῦντάς Σε.

Καί νῦν...

Οὐράνωσας τήν φύσιν, τῶν βροτῶν Παρθένε, τόν οὐρανοῦ Βασιλέα κυήσασα· τῆς βασιλείας οὖν τούτου ἡμᾶς ἀξίωσον.

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον, καί Παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν, Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά Μεγαλυνάρια.

πανυπερθαύμαστός Σου εἰκών, ἐκ Βασιλευούσης, προανίσχουσα πρός ἡμᾶς, ὡς ἥλιος πᾶσιν, ἐφαπλοῖ τάς ἀκτῖνας, θαυμάτων καί διώκει νύκτα τῶν θλίψεων.

Τό τῆς Φιλοθέου κλέος λαμπρόν, καί ὄρους τοῦ Ἄθω, τήν κρηπίδα καί ὀφθαλμόν, τήν Γλυκοφιλοῦσαν εἰκόνα τῆς Πανάγνου, χαρᾷ καί εὐλαβείᾳ κατασπασώμεθα.

Πάντες τήν εἰκόνα τήν θαυμαστήν, τῆς Γλυκοφιλούσης, προσκυνήσωμεν εὐλαβῶς, ἐξ ἧς χάρις βρύει, ἐσμόν παθῶν δυσώδη, διώκουσα τῶν πίστει προσπτυσσομένων αὐτήν.

Τούς ἀσπαζομένους Σε εὐλαβῶς, ὦ Γλυκοφιλοῦσα, διαφύλαττε ἀσινεῖς, ἐκ παντός κινδύνου, καί δίδου εὐρωστίαν, ψυχῶν τε σωτηρίαν, καί ἀπολύτρωσιν.

ντως πανωραία Σου ἡ εἰκών, τῆς Γλυκοφιλούσης, Θεονύμφευτε Μαριάμ, βρύουσα θαυμάτων, πλήθη τοῖς προσιοῦσι, ἐσμόν ἀῤῥωστημάτων ἀποδιώκουσα.

Δίδου τοῖς τιμῶσί Σου τόν ναόν, τοῦτον τάς αἰτήσεις, καί ἀξίωσον τῆς ζωῆς, τῆς ἐπουρανίου, Γλυκοφιλοῦσα Κόρη, καί τήν περικλεῆ Σου Μονήν περίσωζε.

λεως γενοῦ μοι Σοί ἐκβοᾷ, ἡ Μονή Σου αὕτη, ἡ ἐλπίζουσα ἐπί Σοί, τῇ Γλυκοφιλούσῃ Μητρί τῇ τοῦ Δεσπότου, ἥν φύλαττε καί σκέπε ἐξ ἐπηρείας δεινῶν.

Μέγα τε τεράστιον καί φρικτόν, ἐτέλεσας ὄντως, ὅτε ἔστησας τήν ὁρμήν, πυρός τοῦ παμφάγου, ἐν δάσει τῆς Μονῆς Σου, διό Σε εὐλογοῦμεν Ὀροφυλάκισσα*.

Πάντες καταπλήττονται, ὦ Ἁγνή, ὁρῶντες ἐνταῦθα Σά θαυμάσια τά φρικτά, ἅπερ καθ᾿ ἑκάστην τελεῖς ἐν τῇ Μονῇ Σου· διό Γλυκοφιλοῦσα, Σέ μεγαλύνομεν.

Δέχου τάς πρεσβείας, Παμβασιλεῦ, τῆς Ἀειπαρθένου Παναχράντου Σοῦ τε Μητρός, καί τήν ποίμνην ταύτην, ἀπήμονα συντήρει, ἐχθίστων πάσης βλάβης, ὅπως δοξάζει Σε.

Φιλόθεον πάντες τόν τῆς Μονῆς, δομήτορα θεῖον, Θεοδόσιον Συμεών, σύν Διονυσίῳ, Κοσμᾷ Διαμιανῷ τε, σύν ἅμα Δομετίῳ ὕμνοις τιμήσωμεν.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τούς δύο φωστῆρας, τούς μεγάλους καί φωταυγεῖς Μιχαήλ τόν μέγαν, καί Γαβριήλ τόν θεῖον, τούς δύο Ταξιάρχας τοῦ Παντοκράτορος.

Εἶτα το μεγαλυνάριον τοῦ Ἁγίου τῆς ἡμέρας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Ὁ Ἀναγνώστης·

γιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ΄)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν· Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ ἱερεύς·

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

εἶτα τά τροπάρια.

Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα Πατρί...

Κύριε, ἐλέησον ἡμᾶς· ἐπί Σοί γάρ πεποίθαμεν· μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ᾿ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαγχνος, καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σύ γάρ εἶ Θεός ἡμῶν, καί ἡμεῖς λαός Σου· πάντες ἔργα χειρῶν Σου, καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν...

Τῆς εὐσπλαγχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς Σέ, μή ἀστοχήσωμεν· ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σύ γάρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Γίνεται δέησις ὑπό τοῦ ἱερέως· εἶτα ἀπόλυσις. Εἰς δέ τόν ἀσπασμόν τῆς Ἁγίας Εἰκόνος τῆς Γλυκοφιλούσης, τό Τροπάριον·

Ἦχος β΄. Πάντων προστατεύεις.

Πάντας ἡμᾶς οἴκτειρον Ἁγνή, Μῆτερ τοῦ Θεοῦ καί Παρθένε, προσπεφευγότας ἐν Σοί, καί Σοῦ τήν ἀντίληψιν ἐπιζητοῦντας θερμῶς καί Μονήν τήν τιμῶσάν Σε, τήν Γλυκοφιλοῦσαν, σκέπε καί περίσωζε ἐξ ἐπηρείας δεινῶν, ῥῦσαι καί φθορᾶς καί κινδύνων, καί ἐπιτυχεῖν βασιλείας, Κόρη τοῦ Υἱοῦ Σου καταξίωσον.

Ἦχος πλ. δ΄.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.

Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπό τήν σκέπην Σου.

Ὁ Ἱερεύς· Δι᾿ εὐχῶν τῶν ἁγίων...


* Τοῦτο καί τό ἑπόμενόν εἰσιν ἀναμνηστικά τοῦ θαύματος τῆς Παναγίας Γλυκοφιλούσης τῇ 20ῇ Αὐγούστου 1945.