ΠΑΝΑΓΙΑ ΓΛΥΚΟΦΙΛΟΥΣΑ

Αναζήτηση
Μετάβαση στο περιεχόμενο

Κύριο Μενού:

ΠΑΝΑΓΙΑ ΓΛΥΚΟΦΙΛΟΥΣΑ Ι.Μ.ΦΙΛΟΘΕΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ
                                                                                  

ΔΙΗΓΗΣΙΣ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΕΙΚΟΝΟΣ ΤΗΣ ΓΛΥΚΟΦΙΛΟΥΣΗΣ

Κατὰ τοὺς χρόνους τοῦ Βασιλέως Θεοφίλου τοῦ Εἰκονομάχου, Πατρίκιός τις, Συμεὼν τὸ ὄνομα, εἷς ὢν τῆς Συγκλήτου, εἶχε γυναῖκα εὐσεβῆ καὶ ἐνάρετον, προσκυνοῦσαν κρυφίως τὰς ἁγίας εἰκόνας, Βικτωρίαν καλουμένην. Αὕτη ἡ ἀοίδιμος Γυνὴ ἐφύλαττεν εἰς τὸν οἶκον αὐτῆς τὴν περὶ ἧς ὁ λόγος θαυμαστὴν εἰκόνα τῆς Γλυκοφιλούσης, οἱ δὲ δυσσεβεῖς εἰκονομάχοι ἐποίουν τότε ἀκριβῆ ἔρευναν πανταχοῦ, ἵν᾿ εὕρωσιν ἁγίας εἰκόνας, καὶ παραδώσωσιν αὐτὰς τῷ πυρί, οἱ τοῦ αἰωνίου πυρὸς ὑπεύθυνοι. Τότε ἡ ρηθεῖσα τιμία γυνὴ Βικτωρία, βιαζομένη ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς, ὡς εἰκονομάχου κἀκείνου, ἵνα παραδώσωσι τοῖς ζητοῦσι καὶ ταύτην τὴν ἁγίαν εἰκόνα τῆς Γλυκοφιλούσης, ἠναγκάσθη ἵνα ἀποξενώσῃ αὐτὴν ἐκ τοῦ οἴκου της, καὶ θεόθεν φωτισθεῖσα ἔλαβεν αὐτὴν ἐν ταῖς χερσὶν αὐτῆς, καὶ καταβᾶσα εἰς τὸν πλησίον αἰγιαλὸν τοῦ οἴκου αὐτῆς, καταφιλήσασα δὲ αὐτὴν μετὰ πόνου καρδίας καὶ δακρύων πολλῶν, καὶ ἐπικαλεσαμένη τὴν Δέσποιναν Θεοτόκον, ὅπως οἷς τρόποις οἶδε, διαφυλάξῃ αὐτὴν ἀσινῆ, ἔβαλεν αὐτὴν εἰς τὴν θάλασσαν, ἐλπίζουσα, ὅτι καὶ πάλιν θέλει ἀπολαύσει αὐτὴν μετὰ τὴν μανίαν τῆς εἰκονομαχίας. ῾Η δὲ ῾Αγία εἰκὼν σταθεῖσα ὀρθία, ἔπλεε θαυμασίως ἐπὶ τὰ ὕδατα, καὶ οὕτω ἡ μὲν γυνὴ προσκυνήσασα αὐτὴν ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς εὐχαριστοῦσα τὴν Θεομήτορα, ἡ δὲ ἁγία εἰκὼν διαπλεύσασα θαυμασίως τὸ πέλαγος τοῦ Μαρμαρᾶ, καὶ ῾Ελλήσποντον, καὶ τὸ Αἰγαῖον, προσωρμίσθη εἰς τὸ ῞Αγιον ῎Ορος εἰς τὸν λιμένα τῆς ἱερᾶς μονῆς τοῦ Φιλοθέου, ἐκεῖ ὅπου εὑρίσκεται ἄχρι τῆς σήμερον τὸ ἁγίασμα, καὶ ἀπεκαλύφθη εἰς τὸν ῾Ηγούμενον αὐτῆς, ἵνα καταβῇ καὶ ὑποδεχθῇ αὐτήν! ῾Ο δὲ ῾Ηγούμενος, χαρᾶς ἀπείρου πλησθεὶς διὰ τὴν ἀπόλαυσιν τοιούτου θησαυροῦ πολυτίμου, κατέβη μετὰ τῶν λοιπῶν Πατέρων εἰς τὸν αἰγιαλὸν λιτανεύοντες, καὶ ἰδόντες τὴν θαυμαστὴν εἰκόνα ἐξαστράπτουσαν θεῖον φῶς, ἐδέχθη αὐτὴν ὁ ῾Ηγούμενος εἰς τὰς χεῖρας αὐτοῦ, καὶ ἀφοῦ ἐξῆλθε τῆς θαλάσσης, ὢ τοῦ θαύματος! ἀνέβλυσεν ὕδωρ εἰς τὸν τόπον, ὅπου τὸ πρῶτον ἐστάθη ἡ ἁγία Εἰκών, ἰαματικὸν πάσης νόσου, καθὼς καὶ ἕως τὴν σήμερον φαίνεται, καὶ μὲ ψαλμοὺς καὶ ὕμνους, καὶ μὲ φῶτα καὶ θυμιάματα, ἀνήγαγον αὐτὴν εἰς τὸ ἱερὸν Μοναστήριον, καὶ ἔστησαν αὐτὴν ἐν ᾧ τόπῳ ἵσταται μέχρι τῆς σήμερον. ᾿Απὸ τότε δὲ μέχρι τοῦ νῦν ἕκαστον ἔτος τῇ Δευτέρᾳ τῆς Διακαινησίμου εἰς ἐνθύμησιν τοῦ θαύματος τελεῖται λιτανεία καὶ ἁγιασμός. ῎Εχει δὲ τοιαύτην χάριν, ὥστε, ὅταν ἀσκαρδαμυκτὶ θεωρήσῃ τις αὐτήν, φόβος ἀληθῶς καὶ τρόμος καταλαμβάνει αὐτόν. ῞Οσα δὲ θαύματα ἐτελέσθησαν δι᾿ αὐτῆς, εἶναι σχεδὸν ἀδύνατον νὰ περιγράψῃ τις, ὀλίγα δέ τινα ἀρκούμεθα νὰ γράψωμεν πρὸς πίστωσιν τῶν πολλῶν.
᾿Εν ἔτει 1713 ἦν ἐν τῇ ἱερᾷ Μονῇ ταύτῃ τοῦ Φιλοθέου εἷς ἐκκλησιάρχης εὐλαβὴς καὶ ἐνάρετος, ᾿Ιωαννίκιος ὀνόματι, ὅστις ἤρχετο καθ᾿ ἑκάστην, ὡς ἔθος καὶ ἧπτε τὰς κανδήλας, ἐρχόμενος δὲ καὶ ἐνώπιον τῆς ἁγίας ταύτης εἰκόνος, ἵστατο θεωρῶν αὐτὴν εὐλαβῶς, καὶ μὲ σέβας ἔλεγε πρὸς αὐτήν· «Διατί, ὦ Δέσποινα, τὰ μὲν λοιπὰ ἅπαντα ἱερὰ Μοναστήρια τοῦ ῎Ορους ἐπροίκισεν ἡ χάρις σου μὲ εἰσοδήματα καὶ ὑποστατικὰ διάφορα, καὶ ἔχουσιν εἰς πλησμονὴν καὶ σῖτον, καὶ οἶνον, καὶ ἔλαιον, καὶ ἄλλα πολλά, τοῦτο δὲ τὸ Μοναστήριον ὑστερεῖται ἀπὸ ὅλα καὶ οὔτε σῖτον ἔχει, ἀλλὰ καὶ αὐτὸν ἀγοράζει;». Ταῦτα καὶ τὰ τούτοις ὅμοια ἔλεγε καθ᾿ ἑκάστην ὁ ᾿Ιωαννίκιος. ᾿Εν δὲ μιᾷ τῶν νυκτῶν, ἐλθὼν πάλιν ἑτοιμάσαι τὰς κανδήλας, καὶ σταθεὶς ἐνώπιον τῆς ἁγίας εἰκόνος ηὔχετο ἐκτενῶς μετὰ δακρύων, καὶ ἀποκαμών, ἐκάθησεν εἰς τὸ ἀπέναντι στασίδιον, διαλογιζόμενος. ᾿Αποκοιμηθεὶς δὲ βλέπει εἰς τὸν ὕπνον του τὴν τῶν λυπουμένων Παρηγορίαν, τὴν Δέσποιναν, λέγω, Θεοτόκον, λέγουσαν αὐτῷ, «τίνος ἕνεκεν, ὦ τέκνον μου ᾿Ιωαννίκιε, μὲ ἐνοχλεῖς συχνάκις λέγων, ὅτι προνοῶ μόνον διὰ τὰς ἄλλας Μονὰς τοῦ ῾Αγίου ῎Ορους, αὕτη δὲ μόνη ἡ Μονὴ ὑστερεῖται πτωχεύουσα; γίνωσκε λοιπόν, ὅτι ἐγὼ ἔχω τὴν πρόνοιαν δι᾿ ὅλα τὰ ἀναγκαῖα αὐτῆς. ᾿Απεφάσισα δὲ οὕτως, ἵνα οἱ κατὰ καιροὺς ῾Ηγούμενοι καὶ Προϊστάμενοι καὶ ᾿Επίτροποι μὴ δίδωνται ὅλως διόλου εἰς τὰ γήϊνα καὶ ἀμελοῦσι τὴν Σωτηρίαν αὐτῶν, ὅθεν παῦσον τοῦ νὰ μὲ ἐνοχλῇς τοῦ λοιποῦ περὶ τούτου, ὅτι ἐγὼ εἰμὶ ἡ ῎Εφορος καὶ Προνοητής τῆς Μονῆς ταύτης καθ᾿ ὅλα καὶ μὴ φροντίζων περὶ τούτου, σὺ δὲ ἐπιμελοῦ τὸν Ναόν μου πιστῶς, καὶ φρόντισον διὰ τὴν σωτηρίαν τῆς ψυχῆς σου». Ταῦτα ἀκούσας ὁ ᾿Ιωαννίκιος, ἐξύπνησεν ἔντρομος, ὁμοῦ καὶ περιχαρής, καὶ δραμὼν ἔπεσεν ἐνώπιον τῆς ἁγίας Εἰκόνος, καὶ ἐζήτει μετὰ δακρύων τὴν συγχώρησιν, καὶ ἀπελθὼν ἀνήγγειλε τὰ ὁραθέντα τοῖς ᾿Αδελφοῖς, καὶ πάντες θαυμάσαντες, ἐχάρησαν μεγάλως.
᾿Εν ἔτει 1801, ξένος τις ἐλθὼν εἰς τὴν Μονὴν χάριν προσκυνήσεως, καὶ ἐμβὰς εἰς τὸν Ναὸν προσεκύνησε καὶ τὴν ἁγίαν εἰκόνα τῆς Γλυκοφιλούσης, καὶ ἰδὼν τὰ ἐν αὐτῇ κρεμάμενα χρυσᾶ νομίσματα, ἠβουλήθη κακῶς νὰ τὰ κλέψῃ ὁ ἄθλιος. ῞Οθεν μετὰ τὸν ὄρθρον ἐκρύβη εἰς ἓν στασίδιον· ὁ δὲ ἐκκλησιάρχης κλείσας τὴν θύραν τοῦ Ναοῦ ἀπῆλθεν εἰς τὴν κέλλαν αὐτοῦ. Τότε ὁ κλέπτης ἐκεῖνος τολμήσας ἐπῆρε τὰ νομίσματα, καὶ εὐθέως ἐξελθὼν τοῦ Ναοῦ, ἔφυγε κρυφίως, καὶ καταβὰς εἰς τὸν λιμένα τῆς τῶν ᾿Ιβήρων ἱερᾶς Μονῆς, εὗρε καὶ πλοῖον ἕτοιμον νὰ ἀναχωρήσῃ, καὶ ἀνέβη εἰς αὐτό, ὄντος δὲ καὶ τοῦ ἀνέμου ἐπιτηδείου ἀνεχώρησεν ἀμέσως. Πλεῦσαν δὲ ἕως μίλιον ἕν, ἔστη τὸ πλοῖον ἀκίνητον, ὢ τοῦ θαύματος! μέσον τοῦ πελάγους καὶ μάλιστα πνέοντος καὶ ἀνέμου ἐπιτηδείου. Τοῦτο δὲ τὸ παράδοξον βλέπων ὁ πλοίαρχος διηπόρει ἀγνοῶν τὸ τούτου αἴτιον. Οὕτως οὖν τοῦ μὲν πλοίου ἱσταμένου ἀκινήτου, τοῦ δὲ ἱεροσύλου ἐκείνου ἀπὸ φρίκην καὶ δειλίαν συνεχομένου, ἔφθασε καὶ ἡ ὥρα ἵνα σημάνῃ ὁ ἐκκλησιάρχης εἰς τὴν μονὴν τὴν ἀνάγνωσιν τῆς Τριθέκτης ὥρας, ὅθεν εἰσελθὼν εἰς τὸν Ναὸν καὶ ἰδὼν ὅτι τὰ χρυσᾶ νομίσματα ἔλειπον ἐκ τῆς εἰκόνος, ὑπενόησεν εὐθέως τὴν γενομένην κλοπήν, ὅπερ καὶ ἐκοινοποίησεν εἰς τοὺς Προεστῶτας, οἵτινες ἀπέστειλαν δύο ἀδελφοὺς εἰς τὸν αἰγιαλόν, ἵνα προφθάσωσι τὸν ἱερόσυλον. Οὗτοι ἰδόντες μακρόθεν τὸ πλοῖον ἱστάμενον ἀκίνητον, ἔδραμον εἰς τὸν λιμένα τῆς ρηθείσης Μονῆς τῶν ᾿Ιβήρων καὶ ἐμβάντες εἰς πλοιάριον ἔφθασαν τὸ ἱστάμενον πλοῖον καὶ ἀνέβηκαν εἰς αὐτό. ῾Ο δὲ ἱερόσυλος, προτοῦ νὰ ἀναγγείλωσιν ἐκεῖνοι τῷ πλοιάρχῳ τὰ πραχθέντα, ἐλθὼν προσέπεσεν εἰς τοὺς πόδας τῶν ἀδελφῶν, ἀποδίδων αὐτοῖς τὰ χρυσᾶ νομίσματα, καὶ ζητῶν μετὰ δακρύων τὴν συγχώρησν. Οἱ δὲ ἀδελφοὶ λαβόντες τὰ νομίσματα συνεχώρησαν αὐτῷ τὴν ἁμαρτίαν, ὡς ὑπὸ τοῦ διαβόλου πλανηθέντα, καὶ οὕτως ὑπέστρεψαν εἰς τὴν Μονὴν διηγούμενοι τοῖς ἀδελφοῖς τὸ παράδοξον θαῦμα τῆς ἀκινησίας τοῦ πλοίου, ὅθεν ἔψαλον εὐχαριστηρίους ὕμνους δοξάζοντες καὶ μεγαλύνοντες τὴν Πανύμνητον Θεοτόκον, τὴν διὰ τῆς θαυματουργοῦ Γλυκοφιλούσης εἰκόνος αὐτῆς, τοιαῦτα ἐνεργοῦσαν θαυμάσια.
Κατὰ τὸ ἔτος 1800 ἦλθον εἰς τὴν ἱερὰν ταύτην Μονὴν τοῦ Φιλοθέου εὐλαβεῖς προσκυνηταὶ ἔκ τινος χωρίου τῆς Θεσσαλονίκης, Μπέροβον καλούμενον. ῾Οδηγηθέντες δὲ παρὰ τοῦ ὁσιωτάτου Γέροντος ᾿Ανθίμου Φιλοθεΐτου, ἐλθόντες οὖν, προσεκύνησαν εὐλαβῶς τὰ ἱερὰ κειμήλια καὶ τὴν θαυμαστὴν εἰκόνα τῆς Γλυκοφιλούσης. Διηγεῖτο δὲ αὐτοῖς ὁ ἐκκλησιάρχης τὰ πολλὰ καὶ ὑπὲρ φύσιν θαυμάσια, ὅσα ἐτέλεσε, καὶ τελεῖ εἰς τοὺς μετὰ πίστεως ἐπικαλουμένους αὐτήν. Τὸ δὲ ἑσπέρας ἐξένισαν αὐτοὺς οἱ ἀδελφοὶ εἰς τὸ ᾿Αρχονταρίκιον φιλοφρόνως, καὶ οὕτως ἐκοιμήθησαν ἅπαντες. Εἷς δὲ ἐξ αὐτῶν ἠγέρθη τὸ μεσονύκτιον, θέλων νὰ περιποιηθῇ τὸν ἵππον του καὶ ἰδὼν τὴν θυρίδα ἀνεωγμένην, ἐνόμισεν ὡς ζαλισμένος ὢν ἐκ τοῦ ὕπνου καὶ τοῦ δείπνου, ὅτι ἦν ἡ θύρα τοῦ ξενοδοχείου, καὶ οὕτως ἐξῆλθεν ἀπερισκέπτως, καὶ ἔπεσε κάτω ἐκ τοῦ τριστέγου ἔξω τῆς Μονῆς, ἐπα´νω εἰς σωρὸν λίθων πολλῶν, πίπτων δὲ ἐνεθυμήθη τὰ θαύματα τῆς θαυματουργοῦ Γλυκοφιλούσης, καὶ ἔκραξε, «Παναγία Θεοτόκε βοήθει μοι» καὶ εὐθὺς τοῦ ἐφάνη ὡς μία Καλογραία, καὶ ἐκράτησεν αὐτόν, ὅστις εὐθὺς ἔμεινεν ἀβλαβὴς ἐκ τοῦ φοβεροῦ ἐκείνου πτώματος καὶ κρούσματος τῶν πετρῶν. ᾿Ανανήψας δέ, ἦλθεν εἰς τὴν θύραν τῆς Μονῆς καὶ ἔκρουσεν, ἵνα ἀνοίξωσιν αὐτῷ. ᾿Ακούσας δὲ εἷς ῾Ιεροδιάκονος Μελέτιος καλούμενος, ἀδελφὸς κατὰ σάρκα τοῦ Προηγουμένου Καλλινίκου, εἰδοποίησε τὸν Γέροντα αὐτοῦ καὶ Σκευοφύλακα Σωφρόνιον· ὁ δὲ πληροφορηθεὶς ὅτι ὁ κρούων εἷς ἦν τῶν προσκυνητῶν, καὶ ὅτι ἔπεσεν ἐκ τῆς θύρας κάτω, διέταξε καὶ ἤνοιξαν αὐτῷ τὴν θύραν, καὶ ἰδόντες αὐτὸν ὅλον ὑγιῆ καὶ ἀβλαβῆ, ἐθαύμασαν ἅπαντες. Εἶτα διηγήθη αὐτοῖς τὰ συμβάντα αὐτῷ ὡς ἀνωτέρω, καὶ εὐχαρίστησαν θερμῶς τὴν Δέσποιναν τοῦ παντός, καὶ ταχεῖαν ἀντίληψιν τῶν εὐλαβῶς ἐπικαλουμένων αὐτήν. ῾Ο δὲ ἄνθρωπος, ὁ λυτρωθεὶς τοῦ κινδύνου, ἤρχετο κατ᾿ ἔτος εἰς προσκύνησιν τῆς Σεπτῆς εἰκόνος τῆς Κυρίας Γλυκοφιλούσης, ἀφιέρωσε δὲ καὶ τὸ ἄλογόν του εἰς τὴν Μονήν, καὶ μίαν ἀργυρᾶν κανδήλαν εἰς τὴν ἁγίαν εἰκόνα.
῾Ο ρηθεὶς Προηγούμενος Καλλίνικος, ἐρχόμενος μετὰ τεσσαράκοντα προσκυνητῶν ἀπὸ Αἶνον, ἔσπευσεν ἵνα προφθάσῃ εἰς τὴν Μονὴν πρὸ τῆς ἑορτῆς τοῦ θείου Εὐαγγελισμοῦ, ἵνα ἐκεῖ ἑορτάσῃ καὶ τὸν θεῖον Εὐαγγελισμόν, καὶ τὸ ῞Αγιον Πάσχα ὁμοῦ, καθὼς ἐν ἐκείνῳ τῷ ἔτει συνέπεσεν, ὅπερ καὶ Κύριον Πάσχα λέγεται. Εὑρισκομένων δὲ αὐτῶν ἀναμέσον Λήμνου καὶ ῎Ιμβρου, ἠγέρθη τὴν νύκτα ἄνεμος σφοδρός, καὶ τρικυμία μεγάλη καὶ τοσαύτη, ὥστε ἀπηλπίσθησαν ἅπαντες οἱ ἐν τῷ πλοίῳ, καὶ ἐπερίμεναν ἀφεύκτως τὸν θάνατον, ὀδυρόμενοι γοερῶς. ῾Ο δὲ ρηθεὶς Προηγούμενος Καλλίνικος ἐλυπεῖτο μὲν πλέον τῶν ἄλλων, δὲν ἀπηλπίσθη δέ, ἀλλ᾿ ἐπαρηγόρει ἅπαντας παρακαλῶν αὐτοὺς νὰ ἔχωσι θάρρος εἰς τὴν Κυρίαν Θεοτόκον, καθότι ἀπὸ μεγάλους κινδύνους καὶ ἀνάγκας πολλάκις ἀβλαβῆ αὐτὸν ἐφύλαξε. Καὶ τὸ μὲν πλοῖον ἐφέρετο ὑπὸ τῆς βίας τοῦ ἀνέμου, καὶ ἐπλησίαζε εἰς τόπον τραχύτατον καὶ ἐπικίνδυνον λίαν, Καραγάτζι καλούμενον, καὶ ἐὰν ἤθελεν ἐξώσει ἐκεῖ τὸ πλοῖον ὁ ἄνεμος, ἐξάπαντος ἔμελλον νὰ πνιγῶσιν ἅπαντες, ἀλλ᾿ ἡ Θεοτόκος τί ᾠκονόμησεν; Τό πηδάλιον τοῦ πλοίου, ἔπεσε παραδόξως καὶ ἐχάθη ἐκ τῶν χειρῶν τοῦ Κυβερνήτου, τὸ δὲ πλοῖον, κυβερνώμενον θαυμασίως ὑπὸ τῆς Θεοτόκου, προσωρμίσθη εἰς ἀμμώδη καὶ ἀκίνδυνον τόπον, καὶ ἐκεῖ ἐκάθισεν ἐπὶ τῆς ἄμμου, δὲν ἐγνώριζον δὲ ποσῶς οἱ ἄνθρωποι ποῦ εὑρίσκοντο. Διαφαυσάσης λοιπὸν τῆς ἡμέρας, καὶ ἰδόντες παραδόξως ὅτι τὸ πλοῖον ἀσφαλῶς ἐκάθισεν ἐπὶ τῆς ἄμμου, καὶ τὸ πηδάλιον ὄπισθεν αὐτοῦ δεδεμένον, ἐθαύμασαν τήν προμήθειαν τῆς Θεοτόκου. ᾿Εξελθόντες δὲ εἰς τὴν ξηράν, ἐγνώρισαν ὅτι ἦσαν ἀπέναντι τῆς νήσου Θάσου, μεταξὺ Ξάνθης καὶ Τραϊανουπόλεως. Εἶτα ἀποπλεύσαντες ἐκεῖθεν ἔφθασαν εἰς τὴν Μονήν, καὶ ἐπανηγύρισαν τριπλῆν ἑορτήν, τὴν τοῦ Πάσχα λέγω, τὴν τοῦ Θείου Εὐαγγελισμοῦ, καὶ τὴν σωτηρίαν ἐκ τοῦ ναυαγίου, διηγούμενοι τοῖς ἀδελφοῖς ὅσα ὡς ἀνωτέρω συνέβησαν εἰς αὐτούς.
Μάλιστα δὲ ὁ ρηθεὶς Προηγούμενος Καλλίνικος μεγάλας χάριτας ὡμολόγει τῇ Παντανάσσῃ Θεοτόκῳ, οὐ μόνον διὰ τὴν θαυματουργίαν ταύτην, ἀλλὰ καὶ δι᾿ ἄλλας πολλάς, ἃς παρ᾿ αὐτῆς ἀπήλαυσεν, εὑρισκόμενος γὰρ εἰς πολλοὺς καὶ διαφόρους τόπους, χάριν ἐλέους πρὸς βοήθειαν τῆς Μονῆς, καὶ ἀπὸ ληστὰς καθ᾿ ὁδὸν ἐφυλάχθη ἀβλαβής, καὶ ἀπὸ νόσον πανώλης διετηρήθη ἀσινής, καὶ ἀπὸ πειρατὰς καὶ ναυάγια ἐλυτρώθη πολλάκις.
Εἷς χριστιανὸς ἐκ τῆς κώμης τῆς Αἴνου, τῆς καλουμένης Παράωρα, εἶχε γυναῖκα στεῖραν καὶ ἄτεκνον χρόνους ἱκανούς. ᾿Ελθὼν εἰς προσκύνησιν τῆς θαυματουργοῦ ταύτης εἰκόνος Γλυκοφιλούσης, ἔλαβε μεθ᾿ ἑαυτοῦ ὀλίγον ἔλαιον ἐκ τῆς κανδήλας αὐτῆς, καὶ ἐπιστρέψας εἰς τὸν οἶκον αὐτοῦ, ἐχρίσθη δι᾿ αὐτοῦ μετὰ τῆς συζύγου αὐτοῦ μετ᾿ εὐλαβείας καὶ πίστεως καὶ ὢ τοῦ θαύματος! τὸν αὐτὸν χρόνον συλλαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱόν, καὶ εἰς ἀμοιβὴν τῆς χάριτος ὡς εὐγνώμων, ἐπρόσφερεν δῶρον εἰς τὴν ῾Ι. Μονὴν ἕνα ἡμίονον, ὁμολογῶν παρρησίᾳ τὴν θαυματουργίαν τῆς Κυρίας Θεοτόκου Γλυκοφιλούσης, καὶ ἐθαύμασαν οἱ ἀδελφοὶ ὡς μὴ γινώσκοντες παντελῶς περὶ τοῦ ἐλαίου, ὅπερ ἔλαβεν ὁ ρηθεὶς Χριστιανὸς μετ᾿ εὐλαβείας καὶ πίστεως.
῾Η ἁγία αὕτη εἰκὼν ἵσταται ἐν τῷ κίονι τοῦ ἀριστεροῦ χοροῦ τοῦ Καθολικοῦ ῾Ι. Ναοῦ.

                                          

ΑΠΟΛΥΤΙΚΙΑ
ΗΧΟΣ  Δ΄
Εἰκὼν ἡλιόμορφε, Γλυκοφιλοῦσα σεπτή, ἀγκάλαις σου φέρουσα τὸν τοῦ παντὸς Ποιητὴν, τὴν Ποίμνην σου φύλαττε. Πόθῳ τὴν Σὲ τιμῶσαν, ἀπὸ πάσης ἀνάγκης, πέμπουσα τὰς ἀκτῖνας τῶν λαμπρῶν σου θαυμάτων, Μονὴν τοῦ Φιλοθέου φρουροῦσα λιταῖς ἀκοιμήτοις Σου.
ΗΧΟΣ  ΒΑΡΥΣ
Ἐπικρατούσης αἱρέσεως, τῆς σεπτῆς Παρθένε εἰκόνος σου σαφῶς προνοεῖς·  Καὶ διὰ ποντοπορίας τῇ σῇ Μονῇ προσφέρεις ὡς δῶρον ἐπάξιον ταύτην δὲ ἡμεῖς Γλυκοφιλοῦσαν ὀρθῶς ἐπικαλοῦντες, σὲ μακαρίζομεν.
ΗΧΟΣ  Δ΄
Ὡς δώρημα τέλειον, ἐκ Βυζαντίου Ἁγνή, τὴνθείαν Εἰκόνα σου, ἡ Φιλοθέου Μονή, ἐδέξατο χαίρουσα· ἥνπερ Γλυκοφιλοῦσαν, προσφυῶς προσφωνοῦσα, χάριν ἀεὶ καρποῦται, ἐξ αὐτῆς καὶ βοᾶ σοι· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.

ΚΟΝΤΑΚΙΟΝ  Τῇ Ὑπερμάχῳ.

Γλυκοφιλούσης τὴν Εἰκόνα τὴν ὑπέρτιμον,
Τὴν καταπλεύσασαν ἡμῖν ἀπὸ τοῦ Βύζαντος,
Προσελθόντες προσκυνήσωμεν ἐκβοῶντες·
Οἷα Μήτηρ συμπαθὴς τοῦ Παντοκράτορος,
ἡμῖν δίδου οἰκτιρμῶν σου τὰ δωρήματα,
τοῖς κραυγάζουσι· χαῖρε πάντων Βασίλισσα.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ὡς πολύτιμον γέρας τήν ἁγίαν Εἰκόνα σου, ἡ Μονή Φιλοθέου κεκτημένη ἀγάλλεται˙ ἐν ταύτῃ γάρ ὁρῶντές σε Ἁγνή, ὡς νήπιον φιλοῦσαν τόν Χριστόν,  μεγαλύνομεν, τήν δόξαν σου τήν πολλήν, Παρθένε ἐκβοῶντές σοι˙ δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ συμπαθείθᾳ σου, δόξα τῇ πρός ἡμᾶς σου προμήθειᾳ Ἅχραντε.


ΑΡΘΡΑ
Γέροντος Εφραίμ Φιλοθεΐτου
Δημοσιεύθηκε από - 4/9/2019 08:42:00
ΕΞΟΜΟΛΟΓΗΣΗ: ΠΝΕΥΜΑΤΙΚΗ ΕΓΧΕΙΡΙΣΗ!
Δημοσιεύθηκε από - 25/8/2019 09:19:00
ΞΕΚΙΝΑ ΑΠΟ ΑΥΤΑ ΠΟΥ ΜΠΟΡΕΙΣ!
Δημοσιεύθηκε από - 6/7/2019 16:16:00
Γέροντος Εφραίμ Φιλοθεΐτη. ΠΩΣ ΘΑ ΘΕΡΑΠΕΥΘΟΥΜΕ ΑΠΟ ΤΑ ΠΑΘΗ
Δημοσιεύθηκε από - 11/2/2019 11:06:00
ΔΙΔΑΧΕΣ ΤΟΥ ΓΕΡΟΝΤΟΣ ΙΩΣΗΦ ΤΟΥ ΣΠΗΛΑΙΩΤΟΥ
Δημοσιεύθηκε από - 14/1/2019 00:07:00
Ο όσιος Πορφύριος ο Καυσοκαλυβίτης
Δημοσιεύθηκε από - 28/11/2018 09:40:00
Γέροντος Εφραίμ Φιλοθεΐτη. Ἐπιστάτα, ἐπιστάτα, ἀπολλύμεθα.
Δημοσιεύθηκε από - 6/11/2018 10:50:00
ΙΕΡΑ ΜΟΝΗ ΦΙΛΟΘΕΟΥ
                             ΙΣΤΟΡΙΚΟΝ ΤΗΣ ΜΟΝΗΣ
 Ἡ Ἱερά Μονή Φιλοθέου, μία ἐκ τῶν εἴκοσι ἱερῶν Μονῶν τοῦ Ἁγίου Ὄρους εἶναι κτισμένη εἰς ὑψόμετρον 316 μέτρων, ἐπί τῆς Βορειοανατολικῆς πλευρᾶς τοῦ Ἂθωνος, ἐπί χλοερωτάτου ὀροπεδίου, ἐν μέσῳ πρασινοβολοῦντος πεδίου, μέ ἐξαίρετον θέαν πρός τό Παγγαῖον, τήν Καβάλαν, Θάσον, Σαμοθράκην· ἀποτελεῖ δέ μετά τῆς γείτονος Μονῆς Καρακάλλου καί τῆς Μεγίστης Λαύρας τήν τριάδα τῶν Ἁγιορειτικῶν Μονῶν, αἱ ὁποῖαι ἐνεφυτεύθησαν ἴσως ἐπί τοῦ ὡραιοτέρου τμήματος τῆς Ἱερᾶς Χερσονήσου. Ἀπέχει ὁδοιπορικῶς 2,5 ὧρες ἀπό τίς Καρυές, 1,5 ὥραν ἀπό τήν Ἰβήρων, καί περί τά 30 ἕως 40 λεπτά ἀπό τήν Καρακάλλου καί τήν θάλασσαν.
Τό ὄνομά της τό ὀφείλει εἰς τόν ἡσυχαστήν ὅσιον Φιλόθεον, μαθητήν κατά τήν παράδοσιν τοῦ ἁγίου Ἀθανασίου τοῦ Ἀθωνίτου, ἐπί τῶν ἡμερῶν τοῦ ὁποίου φαίνεται νά ὑπάρχη πρό τοῦ 992 μικρά κατ' ἀρχήν Μονή ἀποκαλουμένη τῆς Φτέρης, ἐκ τοῦ ἀφθονοῦντος ὁμωνύμου φυτοῦ εἰς τήν περιοχήν Κράββατος, ὅπου ὡς ὑπόλειμμα ἀρχαίου πολίσματος σώζεται ἕως σήμερον παρεκκλήσιον τοῦ Προφήτου Ἠλιού.
Ἱστορικῶς φαίνεται νά προϋπάρχη τοῦ 1015, ἔτος κατά τό ὁποῖον εἰς ἔγγραφον τοῦ Πρώτου τοῦ Ὄρους Νικηφόρου, μεταξύ ἄλλων προϊσταμένων, ὑπογράφεται καί “Γεώργιος μοναχός καί ἡγούμενος Φιλοθέου”. Καί εἰς ἄλλο πάλιν τοῦ 1016 ὑπογράφεται “Γεώργιος, μοναχός καί ἡγούμενος Μονῆς τοῦ κυροῦ Φιλοθέου”.
Προφανῶς ἡ παρουσία τοῦ ἁγίου Φιλοθέου εἰς τήν περιοχήν ὅπου σήμερον τό Μοναστήρι, ἡ ἀρετή καί ἡ φήμη του ὡς μαθητοῦ τοῦ ἁγίου Ἀθανασίου, ἀπερρόφησαν τά πέριξ μονύδρια ἡσυχαστήρια τοῦ ἀρχαιοτρόπου ἐκείνου μοναχισμοῦ τοῦ Ἄθω, καί ἐπεκράτησε εἰς τό ἑξῆς ἀπό τοῦ Κτίτορος ὀνομαζομένη Μονή Φιλοθέου.
Εἰς τό τυπικόν τοῦ αὐτοκράτορος Κωνσταντίνου τοῦ Μονομάχου (1045) ὑπογράφεται δωδέκατος ὁ μοναχός Λουκᾶς ὡς ἡγούμενος τῆς Μονῆς τῆς Θεοτόκου ἤ Φιλοθέου, τῆς Εὐαγγελιστρίας. Τό 1394 κατέχει τήν δεκάτην τρίτην θέσιν, τό δέ 1574 ἐπανέρχεται καί παραμένει ἔκτοτε εἰς τήν δωδεκάτην.
Ὁλοκληρωμένην μορφήν ἁγιορειτικῆς τετραπλεύρου μάνδρας παίρνει κατά τό ἔτος τοῦ 11ου αἰῶνος, μέ τίς δωρεές τοῦ αὐτοκράτορος Νικηφόρου Βοτανειάτη (1078- 1081).
Ἐπί Παλαιολόγων Ἀνδρονίκου τοῦ Β΄, Ἀνδρονίκου τοῦ Γ΄, καί Ἰωάννου τοῦ Ε΄, εὐεργετεῖται πλουσίως ἐξ αἰτίας τῆς ἀρετῆς τοῦ ἡγουμένου αὐτῆς Μακαρίου, τόν ὁποῖον ὁ αὐτοκράτωρ Ἀνδρόνικος μέ χρυσόβουλλον τοῦ 1284 ὁρίζει πνευματικόν τοῦ Παλατίου, εἰς τό ἀναδέχεσθαι τούς αὐτῆς (ἤγουν τῆς βασιλείας) λογισμούς... ἔστι γάρ ὁ ἀνήρ ἔκ τε τῆς ἡλικίας ἐκ τε τῶν ἔργων αὐτῶν τό εὐσταθές καί φιλάρετον ἔχων ἐν ἑαυτῷ ἐπανθοῦν χαριέντω. Εὐγνωμονῶν διά τήν πνευματικήν ὠφέλειαν ὁ Ἀνδρόνικος ὁρίζει ὑπέρ τῆς Μονῆς ἐπιχορήγησιν “κατ' ἔτος δέκα μεγάλα τάλαντα”· ἀνταποκρινόμενος δέ εἰς εὐγενές αἴτημα τοῦ πνευματικοῦ πατρός, προσφέρει εἰς τήν Μονήν ὑπέρπλουτον δωρεάν τήν ἄφθαρτον καί “ὀσμήν ζωῆς εἰς ζωήν ἀποπνέουσαν ἀεί” δεξιάν τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.
Τίς κτίσεις τῶν Παλαιολόγων κατακυρώνει διά χρυσοβούλλου ὁ Σέρβος αὐτοκράτωρ Στέφανος Δουσάν (1346), προάγων εὐσχήμως τήν ἐπιθυμίαν του νά ἰδῆ μελλοντικῶς ἐξαπλούμενον το σλαυϊκόν στοιχεῖον εἰς τό Ἅγιον Ὄρος. Ἰδικόν του πρός τήν Μονήν ἀφιέρωμα εἶναι τό εὐμέγεθες τεμάχιον Τιμίου Ξύλου τοῦ Ζωοποιοῦ Σταυροῦ τοῦ Κυρίου, φέρον τήν ἀφιερωτικήν ἐπιγραφήν: “Στέφανος ἐν Χῷ τῷ Θῷ πιστός Βασιλεύς Αὐτοκράτωρ Σερβίας καί Ρωμανίας ἀφιέρωσε τό Τίμιον Ξύλον εἰς Μοναστήριον τοῦ Φιλοθέου εἰς τό Ἅγιον Ὄρος· ἔτους ἀπό Ἀδάμ ςωνδ΄, ἀπό Χῦ ᾳτμζ΄καί Θεῷ Δόξα”.
Τόν 16ον αἰῶνα ὁ Ἄθως, ἐμπερίστατος ὤν, δέχεται πολλούς πανταχόθεν. Μετά τήν Ἅλωσιν, μεταξύ τῶν Μονῶν πού ἐγνώρισαν προσωρινήν ἀπάνδρωσιν εἶναι καί ἡ Φιλοθέου, ἡ ὁποία περί τό 1480 διέρχεται περίοδον ἐρημώσεως. Τότε, εὐκαιρίας δοθείσης, εἰσέρχεται ὁμάς σλαυοφώνων μοναχῶν, οἱ ὁποῖοι μεταφέρουν καί ἐντός τῆς Μονῆς τόν ἰδιόρρυθμον βίον των. Ἐντεῦθεν ἀνέκυψε χρονία τριβή μεταξύ Ἑλληνοφώνων καί μή μοναχῶν, τῆς ὁποίας ἀποτέλεσμα ἦτο ὡς πρός τήν Μονήν νά ἀπομακρυνθοῦν τῆς ἡγουμενίας αὐτῆς οἱ ἅγιοι Διονύσιος ὁ ἐν Ὀλύμπῳ καί Συμεών ὁ Ἀνυπόδητος, νά ἐπαναφέρουν ὅμως διά τῆς θυσίας των τά πράγματα πάλιν ἐκ τῆς ἰδιορρύθμου εἰς τήν ὀρθήν κοινοβιακήν παραδοσιακήν των πορείαν.
Οἱ Ἴβηρες ἡγεμόνες Λέων καί Ἀλέξανδρος (1492) εὐεργετοῦν γενικῶς τήν Μονήν, διευρύνοντες καί τήν τράπεζαν εἰς τάς σημερινάς διαστάσεις της.
Τόν Ἰούνιον τοῦ 1533 ἡ Μονή, εὑρισκομένη ἐν πτωχείᾳ ἐπώλησεν εἰς Γρηγόριον Γηρομερίτην τήν ὑπό τήν δικαιοδοσίαν της εἰς τάξιν κελλίου διατελοῦσαν ἕως τότε Μονήν τοῦ Σταυρονικήτα, ἀνασυσταθεῖσαν ἔκτοτε εἰς Μονήν καί καταλαβοῦσαν τήν δεκάτην πέμπτην (15ην) θέσιν μεταξύ τῶν εἴκοσι (20) Ἱερῶν Μονῶν τοῦ Ἁγίου Ὄρους.
Τό 1641 ὁ τσάρος Μιχαήλ Θεοδώροβιτς ἔδωκεν εἰς τούς Φιλοθεΐτας ἄδειαν νά μεταβαίνουν εἰς Ρωσσίαν ἀνά ἕβδομον ἤ ὄγδοον ἔτος διά συλλογήν ἐλεημοσύνης ἤ “ζητείας”, κατά τήν γλῶσσαν τῆς ἐποχῆς.
Το 1734 ὁ ἡγεμών τῆς Βλαχίας Ἰωάννης Γρηγορίου Γκίκας ὥρισε διά χρυσοβούλλου ὑπέρ τῆς Μονῆς ἐτησίως 6.600 νομίσματα, ὑπό τόν ὅρον νά στέλλεται ἡ δεξιά τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τήν ἡγεμονίαν, πρός ἁγιασμόν τῶν πιστῶν. Τήν αὐτήν φιλοτιμίαν ἔδειξε καί ὁ βοεβόδας Κων/νος Μαυροκορδᾶτος. Ἀνακαινίζεται πάλιν ἡ Μονή καί ἀνεγείρεται τό σημερινόν Καθολικόν (1746).
Τήν 26ην Σεπτεμβρίου τοῦ 1871 μία μεγάλη πυρκαϊά ἀπετέφρωσε τόν τετράπλευρον χῶρον τῆς Μονῆς, κινδυνεύσαντος τοῦ Καθολικοῦ, καί διασωθέντων τῶν χειρογράφων. Ἀνακτίζεται ἐπί εἰκοσαετίαν καί πλέον, ἀλλ' αἰσθάνεται οἰκονομικῶς τόσον ἐξηντλημένη, ὥστε τό 1899 καταφεύγει εἰς τήν ἱεράν Κοινότητα, ἡ ὁποία καί συμπαθῶς βοηθεῖ δι' ἀποφάσεως τῆς 3ης Μαρτίου 1900.
Τῷ καιρῷ ἐκείνῳ εἶχεν ἡ Ἱ. Ἡμῶν Μονή ὡς καί αἱ λοιπαί ἁγιορειτικαί Μοναί μετόχια διάσπαρτα οὐκ ὀλίγα: εἰς Θάσον, Λῆμνον, Καλαμαριάν, Κασσάνδραν, Ὁρμύλιαν, Νιγρίταν, Ἀνδριανούπολιν.... Ὁλόκληρον δέ χωρίον εἰς Τιφλίδα Γεωργίας, καλούμενον Ζέμ Χοντασέν “ἐπάνω χωρίον”, μετά παρεκκλησίου τοῦ  Εὐαγγελισμοῦ τῆς Ὑπεραγίας Θεοτόκου, μετά μύλων, ἀμπελώνων καί διαφόρων ὑποστατικῶν, ἀνῆκεν εἰς αὐτήν, προφανῶς κατάλοιπον τῆς δωρεᾶς τῶν εὐλαβῶν βασιλέων τῆς Ἰβηρίας Λέοντος καί Ἀλεξάνδρου τοῦ ις΄ αἰῶνος.
Τά κτίρια τοῦ τετραπλεύρου περιβόλου της προέρχονται κυρίως ἀπό τρεῖς χρονικάς περιόδους: ἀρχάς 16ου, μέσα 18ου, καί τέλος 19ου αἰῶνος.
Κατά τήν δεκαετίαν τοῦ 1950, εἰς ἀναπλήρωσιν ὑπάρχοντος κενοῦ, εἰς τήν δυτικήν πτέρυγα καί νοτίως τῆς Τραπέζης κατεσκευάσθη διώροφος χῶρος κελλιῶν διά φιλοξενίαν προσκυνητῶν. Πρόκειται περί κατασκευῆς φερούσης τήν σφραγῖδα τῆς νοοτροπίας καί τῶν ὑλικῶν τῆς ἐποχῆς· κατασκευῆς λίαν προχείρου καί αἰσθητικῶς ἐντόνως παραφώνου ἰδίως ἀπό ἐξωτερικῆς ὄψεως τῆς κόρδας Συνοδικοῦ- Ἀρχονταρικίου, ὅταν ὁ θεατής βλέπει τήν Μονήν ἐκ δυσμῶν πρός ἀνατολάς. Ἡ ἀνάγκη ἀποκαταστάσεως τῆς ὄψεως τῆς Μονῆς αἰσθητικῶς συμπίπτει μέ τήν ἀνάγκην μιᾶς προεκτάσεως ἐξωτερικῶς μεταξύ Τραπέζης καί Μαγειρείου· προεκτάσεως τελείως ἀπαραιτήτου διά τήν ἔξοδον ἐκ τοῦ ἀδιεξόδου εἰς τό ὁποῖον ἔχει περιέλθει τό Μοναστήρι ἕνεκεν τῆς κοινῆς χρήσεως ἑνός καί τοῦ αὐτοῦ στενοῦ χώρου ὑπό τριῶν διακονημάτων.
Ὁ κεντρικός Ναός τῆς Μονῆς, το “Καθολικόν”- καθώς ὀνομάζονται οἱ κεντρικοί ναοί ὅλων τῶν Ἁγιορειτικῶν Μοναστηρίων- τιμᾶται ἐξ ἀρχῆς ἐπ' ὀνόματι τοῦ Εὐαγγελισμοῦ τῆς ἀειπαρθένου Θεομήτορος.
Εἰς τό ὑπέρθυρον τῆς ἐξόδου ἐκ τοῦ κυρίως Ναοῦ πρός τήν Λιτήν ἐσημειώθη ὑπό τῶν ἁγιογράφων ἡ ἐπιγραφή: “Ἀνηγέρθη ἐκ βάθρων ὁ θεῖος καί πάνσεπτος οὗτος Ναός τῆς Ὑπεραγίας ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας τῆς Εὐαγγελίστριας ἀπό Χριστοῦ ἔτους ᾳψμς΄ (1746) ἔτι δέ ἀνιστορήθη ἐν ἔτει ᾳψνβ΄ (1752) ἐν μηνί Ὀκτωβρίου διά χειρός Κωνσταντίνου καί ἀδελφοῦ αὐτοῦ Ἀθανασίου ἐκ πόλεως Κορυτσᾶς”.
Ἡ τοιχογράφησις τῆς Λιτῆς καί τοῦ ἐξωνάρθηκος ἔγινε τό 1765. Ἡ μαρμαρόστρωσις τό 1848 ὑπό Καισαρίου τοῦ ἐξ Ἄργους Πελοποννήσου. Ὁ αὐτός ἔκαμε καί τά μαρμάρινα εὐμεγέθη εἰκονοστάσια φέροντα χρονολογίαν: 25 Μαρτίου αωνα΄ (1851). Ὁ πύργος τοῦ κωδωνοστασίου καί ἡ μολυβδοστέγασις συνετελέσθησαν τό 1765 Μαρτίου 10. Το ξύλινον τέμπλον εἶναι ἐκ τοῦ προηγουμένου ναοῦ, τόν ὁποῖον ὁ Ρῶσσος περιηγητής Βασίλειος Μπάρσκυ προέλαβε καί ἐσχεδίασεν τό 1744. Ἀκριβῶς δηλαδή τό ἔτος κατά τό ὁποῖον ἡ ξυλόστεγος πρώην Βασιλική ἐκ τῆς πολυκαιρίας σαθρωθεῖσα ὑπεχώρησε, παραχωρήσασα τήν θέσιν αὐτῆς εἰς τόν σημερινόν Ἁγιορειτικοῦ τύπου συμπαθῆ βυζαντινόν ἱερόν Ναόν.
Αἱ 4 μεγάλες εἰκόνες τοῦ τέμπλου, ἤτοι τοῦ Χριστοῦ, τῆς Παναγίας, τοῦ Εὐαγγελισμοῦ καί τοῦ Ἁγίου Γεωργίου εἶναι τοῦ ἔτους 1777, ἐν μέρει ἐπιζωγραφημένες. Σεμνότατον τό δωδεκάορτον τοῦ τέμπλου, λίαν ἀσυνήθους μεγέθους, Κρητικῆς τεχνοτροπίας, τέλους 16ου- ἀρχῶν 17ου αἰῶνος. Εὐλαβοῦς δέ,  θείας πνοῆς ἔργον, εἶναι ὁ δεσπόζων τοῦ τέμπλου μέγας Ἐσταυρωμένος, εἰς φυσικόν μέγεθος.
Τό σέμνωμα τῆς Μονῆς εἶναι ἡ θαυμαστῆς τέχνης καί ἐκφράσεως εἰκών τῆς Παναγίας Γλυκοφιλούσης, ἀνακειμένη εἰς τόν ἀριστερόν κίονα τοῦ Καθολικοῦ· πλήρης χάριτος, παραστατικότητος καί μεγαλείου, θαυμαστῶς ἐκ τῆς εἰκονομαχίας διασωθεῖσα καί διά θαλάσσης εἰς τήν Μονήν ἐλθοῦσα, ὡς τό ἱστορικόν αὐτῆς διηγεῖται.
Θαυμαστῶς ἐπίσης ἦλθε εἰς τήν Μονήν ἐκ τοῦ Μετοχίου Νιγρίτης καί ἡ Παλαιολογείου τέχνης εἰκών Παναγίας τῆς Ἐλεούσης, ἡ ἐπιλεγομένη  “Γερόντισσα” ἐπί τοῦ τοίχου ἀνηρτημένη ὄπισθεν τῶν στασιδίων τοῦ ἀριστεροῦ χοροῦ.
Παρεκκλήσια ἡ Ἱερά Μονή ἔχει ἐννέα· ἕξι ἐντός καί τρία ἐκτός αὐτῆς. Ἐπί πλέον ἕνα, τοῦ Προφήτου Ἠλιού εἰς τήν θέσιν Κράββατος, ἕνα εἰς τόν Ἀρσανᾶν τοῦ ἁγίου Λαζάρου, καί τό εἰς τό Ἀντιπροσωπεῖον τῶν Καρυῶν ἐπ' ὀνόματι τοῦ Ἁγίου Ἱερομάρτυρος καί Ἰσαποστόλου Κοσμᾶ τοῦ Αἰτωλοῦ.
Μεταξύ τοῦ Καθολικοῦ καί τῆς Τραπέζης ὑπάρχει ἡ Φιάλη τοῦ ἁγιασμοῦ κατασκευασμένη ὅλη ἀπό ὡραῖον λευκόν μάρμαρον, τόσον οἱ κίονες αὐτῆς ὅσον καί τά ἐλαφρῶς σκαλισμένα θωράκια· ἁγιογραφημένη εἰς τόν θόλον της μέ συγγενεῖς πρός τά ὕδατα παραστάσεις: Βάπτισις τοῦ  Χριστοῦ, Διάβασις Ἐρυθρᾶς, Ζωοδόχος Πηγή, Παράλυτος Βηθεσδά καί ἕτερα ὅμοια.
Ἐνσωματωμένη εἰς τόν πρῶτον ὄροφον τῆς Δυτικῆς πτέρυγος τῆς Μονῆς κατάντικρυ τῆς εἰσόδου τοῦ Καθολικοῦ προβάλλει ἡ Τράπεζα, ἱστορημένη διά τοιχογραφιῶν ἀσυνήθους μεγέθους καί δυναμικῆς ἐκφράσεως· Κρητικῆς μέν τεχνοτροπίας, ἀλλ' ἐπηρεασμένης σαφῶς ὑπό πνεύματος δεσπόζοντος τήν περίοδον ἐκείνην εἰς τόν γείτονα Βαλκανικόν χῶρον. Ἴσως δέν εἶναι ἄσχετος τῆς συγγενείας αὐτῆς ἡ ἐπιγραφή: + “Κατά το ζμη΄(1540) ἔτος ἀνεκαινίσθη τό παρόν κτήριον τῆς Σεβασμίας καί Βασιλικῆς Μονῆς τοῦ Φιλοθέου τῆς Ὑπεραγίας Θεοτόκου τῆς ἐπικεκλημένης Εὐαγγελιστρίας, παρά τοῦ εὐσεβεστάτου Λέοντος τοῦ Βασιλέως τοῦ Καχετίου τῆς Ἰβηρίας καί τοῦ υἱοῦ αὐτοῦ Ἀλεξάνδρου εἰς ψυχικήν αὐτῶν σωτηρίαν”.
Ἡ βιβλιοθήκη εὑρίσκεται εἰς τόν α΄ ὄροφον τῆς νεοκτίστου ΒΔ πτέρυγος, τῆς ἀνεγερθείσης ἐν ἀρχῇ τῆς δεκαετίας 1990. Περιέχει περί τά 390 χειρόγραφα, ἐκ τῶν ὁποίων ὁ Σπυρίδων Λάμπρος εἶχεν εὕρει τότε πρός καταγραφήν μόνον 249. Τά νεώτερα εἶναι ἐκκλησιαστικῆς ὡς ἐπί τό πλεῖστον ὕλης, χειρόγραφες φυλλάδες ἱερῶν Ἀκολουθιῶν καί λοιπά παραπλήσια. Ἐκ τῶν χειρογράφων, περγαμηνῶν, βομβυκίνων  καί χαρτῴων ἀρχαιότερον εἶναι τό ἐκ τριάκοντα ἕξ φύλλων ἀπόλειμμα περγαμηνοῦ Εὐαγγελισταρίου τοῦ Η΄ αἰῶνος εἰς μεγαλογράμματον γραφήν. Ἐκ τῶν εἰκονογραφημένων σπουδαιότατον εἶναι τό περιέχον τήν εἰς τύπον φιλοσόφου παράστασιν τοῦ Εὐαγγελιστοῦ Μάρκου Τετραευάγγελον, ἐκ τῶν ἀρχαιοτέρων τοῦ Ἁγίου Ὄρους. Σώζονται ἐπίσης δύο εἰλητάρια τοῦ ιδ΄ αἰῶνος, περιέχοντα τήν θείαν Λειτουργίαν τοῦ Μεγάλου Βασιλείου. Ὡσαύτως φυλάσσονται Αὐτοκρατορικά Χρυσόβουλλα, Μολυβδόβουλλα, Πατριαρχικά Σιγγίλια, Σουλτανικά Φιρμάνια κ.ο.κ. Ἔντυπα παλαιότερα ἔχει ἐλάχιστα ἡ Μονή ἐν σχέσει μέ ἄλλας Ἱεράς Μονάς, λόγῳ τῆς ἐπισυμβάσης πυρκαϊᾶς τοῦ 1871.
Τό Σκευοφυλάκον  συστεγάζεται μετά τῆς Βιβλιοθήκης εἰς τόν αὐτόν χῶρον τῆς νεοδμήτου πτέρυγος, βορειοδυτικῶς. Φυλάσσονται Ἱερά ἄμφια παλαιά, πετραχήλια, Σταυροί, Δισκοπότηρα, ἀργυροεπίχρυσα Ἱερά Εὐαγγέλια, κανδῆλες, θυμιατά, ἀφιερώματα καί λοιπά ἐκκλησιαστικά λειτουργικά σκεύη. Μεταξύ τῶν ἱερῶν  κειμηλίων τῆς Μονῆς ἰδιαιτέρας τιμῆς ἀπολαμβάνουν βυζαντινές, μεταβυζαντινές καί νεώτερες ἱερές εἰκόνες, ἐκ τῶν ὁποίων ἐνδεικτικῶς ἐλάχιστες εἰς τό παρόν. Εἰς τίς πτέρυγες τῆς Μονῆς ὑπάρχουν καί λειτουργοῦν ἐπίσης: Τό Νοσοκομεῖον- Γηροκομεῖον- Φαρμακεῖον, Ὀδοντιατρεῖον, Ραφεῖον, Ὑποδηματοποιεῖον, Κηροπλαστεῖον, Θυμιαματοποιεῖον, ξυλογλυπτικόν ἐργαστήριον, ἁγιογραφείων, ἐργαστήριον συντηρήσεως κειμηλίων καί λοιπά ἐργαστήρια.
Ἱστορικόν καί ἐκ φύσεως ἐντυπωσιακόν εἶναι τό Ἀσκητήριον- Κάθισμα- Σπηλιά τοῦ Ἁγίου Διονυσίου τοῦ ἐν Ὀλύμπῳ, εἰς  τό ὁποῖον ὁ Ἅγιος κατά τόν καιρόν τῆς ἡγουμενίας του- 16ος αἰών- ἀπεσύρετο ἀφ' ἑσπέρας μετά τό ἀπόδειπνον· διενυκτέρευεν ἐκεῖ προσευχόμενος καί ἐπέστρεφεν εἰς τό Μοναστήρι- ὄχι βεβαίως ὅλες τίς ἡμέρες- κατά τήν ὀρθρινήν ἀκολουθίαν.
Εἰς ἀπόστασιν ἑκατόν περίπου μέτρων βορειοδυτικῶς τοῦ κοιμητηριακοῦ ναοῦ τῶν Ἁγίων Πάντων εὑρίσκεται ἐπίσης ὑπό βράχον  παρόμοιον κάθισμα, τοῦ ὁποίου ὁ ναΐσκος τιμᾶται ἐπ' ὀνόματι τοῦ Γεννεσίου τῆς Θεοτόκου καί φέρει ἐπιγραφήν: “ᾨκοδομήθη οὗτος ὁ τῆς Θεοτόκου Ναός ἐν ἔτει αψμε΄ (1745). Ἐδῶ ἀσκήτευσεν ὁ ὅσιος ἡσυχαστής Δομέτιος ὁ σημειοφόρος, προορατικοῦ χαρίσματος ἠξιωμένος καί πολλούς ὑπομείνας πειρασμούς παρά τῶν δαιμόνων· μαθητής δέ αὐτοῦ ἐπί τριετίαν ἐχρημάτισες ὁ ἅγιος νέος ὁσιομάρτυς Δαμιανός, ὁ ἐξ Ἀγράφων ἔχων τήν καταγωγήν καί εἰς ἐπαρχίαν Λαρίσης μαρτυρήσας τό 1568.
Εἰς τόν Ἀρσανᾶν τῆς Μονῆς παρά τήν θάλασσαν ὑπάρχει τό Ἁγίασμα τῆς Γλυκοφιλούσης. Ἀναβλύζει ἀεννάως ἐκεῖ ὅπου ἐστάθη ἡ εἰκόνα τῆς Παναγίας, ὅταν ἐβγῆκε ἀπό τά νερά διά χειρῶν τοῦ ἡγουμένου, ὁ ὁποῖος εἶχε προϊδεῖ ἐν ὁράματι τήν Παναγίαν, λέγουσαν εἰς αὐτόν νά κατεβῆ εἰς τόν αἰγιαλόν, νά τήν ἐβγάλη ἀπό τήν θάλασσαν καί νά τήν φέρη εἰς τό Μοναστήρι· τό ὁποῖον καί ἔγινε. Τό ἁγίασμα δέν ὀλιγοστεύει οὔτε ἀλλάσσει θερμοκρασίαν χειμῶνα ἤ καλοκαίρι.
Εἰς τήν εὐρυτέραν περιοχήν της ἡ Μονή ἔχει ἐξαρτήματα- Κελλιά. Παλαιότερα εἶχε πολύ περισσότερα, ἐκ τῶν ὁποίων τώρα κατοικοῦνται τά πέντε κατωτέρω:
α. Ἅγιος Γεώργιος  β. Ἅγιος Κωνσταντῖνος  γ. Ἁγία Τριάς  δ. Ἅγιος Δημήτριος  ε. Θεία Ἀνάληψις.
Εἰς τίς Καρυές ἔχει τό Ἀντιπροσωπεῖον της, κτίσμα τοῦ 1964, μέ παρεκκλήσιον ἀφιερωμένον εἰς τόν Ἅγιον τῶν Σκλάβων καί πάσης Ρωμηοσύνης Κοσμᾶν τόν Αἰτωλόν (1714-1779).
Τοῦτον τό Ἁγιώνυμον Ὄρος, διά τῆς ἱερᾶς Μονῆς Φιλοθέου ἐκπληρῶνον τό ὀφειλόμενον χρέος του, ἀπέστειλεν κατά τόν καιρόν τῆς δουλείας, ὡς ἀφυπνιστήν τοῦ κοιμωμένου Γένους. Καί συνετελέσθη, μέ πρωτεργάτην τόν ταπεινόν αὐτόν Ἅγιον, τῆς παλιγγενεσίας ἐκείνης τό θαῦμα. Διότι ὁ φαινόμενος θάνατος καί ἡ κηδεία τῆς Ρωμηοσύνης ἔχουν ἀνέκαθεν ἀναστάσιμον χαρακτῆρα. Τοῦτο τό νόημα εἶχεν ὁ Σταυρός, τόν ὁποῖον περιέφερεν καί ἔστηνε παντοῦ ὁπόθεν διήρχετο ὁ Ἅγιος, προοιωνίζων τήν ἀνάστασιν τοῦ Γένους ἡ ὁποία καί ἐπηκολούθησε μετά δύο γενεές.
Τήν 1ην Ὀκτωβρίου 1973, δι' ἀποφάσεως τῆς Ἱερᾶς Κοινότητος καί διά Σιγγιλίου τοῦ Οἰκουμενικοῦ Πατριάρχου Δημητρίου τοῦ Α΄ μετετράπη ἀπό ἰδιορρύθμου εἰς κοινόβιον, με τριακονταμελῆ τότε Ἀδελφότητα ἐκ τῆς Προβάτας καί Νέας Σκήτης προερχομένην, ὑπό ἡγούμενον τόν Γέροντα Ἀρχιμανδρίτην Ἐφραίμ, πνευματικόν ἀνάστημα τοῦ ὀνομαστοῦ Ὁσίου Γέροντος Ἰωσήφ τοῦ Ἡσυχαστοῦ, τοῦ Σπηλαιώτου.
Ἐκ τοῦ κορμοῦ τῆς Ἀδελφότητος ἀνεφύησαν κλάδοι παράρριζοι μεταφυτευθέντες ἐντός τοῦ Ἁγίου Ὄρους καί ἐκτός. Το 1979 ἔγινεν ἡ ἐπάνδρωσις τῆς Ἱερᾶς Μονῆς Κωνσταμονίτου, τό 1980 τῆς Ἱερᾶς Μονῆς Ξηροποτάμου, τό 1981 τῆς Ἱεράς Μονῆς Καρακάλλου. Ἡ αὐτή κίνησις μετά δεκαετίαν ἔγινε καί πρός τόν Νέον Κόσμον, Ἀμερικῆς καί Καναδᾶ. Εἰς τάς ἐρήμους τῶν χωρῶν αὐτῶν, ὑπό τήν  πνευματικήν ἐποπτείαν καί μέριμναν τοῦ παραιτηθέντος τῆς τοῦ Φιλοθέου ἡγουμενίας Γέροντος προηγουμένου Ἐφραίμ, πνευματικοῦ Πατρός τῆς ὅλης ἐξαπλουμένης Ἀδεφότητος, ἐφυτεύθησαν καί ἀνθίζουν οὐκ ὀλίγαι πνευματικαί ὀάσεις ἀνδρώων καί γυναικείων Μονῶν, διαπνέουσαι ἄρωμα ὀρθοδόξου πνοῆς καί συνιστῶσαι ἐλπίδα ζῶσαν καί δείκτην πορείας ἀσφαλοῦς ἐν μέσῳ τοῦ δεινῶς κυμαινομένου καί ἀστατοῦντος κόσμου.


Ι.Μ.ΦΙΛΟΘΕΟΥ ΑΓΙΟΥ ΟΡΟΥΣ
ΜΗΤΗΡ ΘΕΟΥ Η ΕΛΕΟΥΣΑ
ΑΓΙΟΣ ΔΙΟΝΥΣΙΟΣ Ο ΕΝ ΟΛΥΜΠΩ
ΟΙ ΕΠΤΑ ΑΓΙΟΙ ΤΗΣ ΜΟΝΗΣ ΦΙΛΟΘΕΟΣ ΘΕΟΔΟΣΙΟΣ ΣΥΜΕΩΝ ΔΙΟΝΥΣΙΟΣ ΔΟΜΕΤΙΟΣ ΔΑΜΙΑΝΟΣ ΚΑΙ ΚΟΣΜΑΣ Ο ΑΙΤΩΛΟΣ
Άγιος Κοσμάς ο Αιτωλός (Φιλοθεΐτης)
Ἀπολυτίκιον
Ἦχος γ Θείας πίστεως.

Θείας πίστεως, διδασκαλία, κατεκόσμησας, τὴν Ἐκκλησία, ζηλωτὴς τῶν Ἀποστόλων γενόμενος καὶ κατασπείρας τὰ θεία διδάγματα, μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος.


Άγιος Κοσμάς ο Αιτωλός, αγειορείτης φωτισμένος μεγάλος διδάσκαλος καί ευεργέτης του χριστιανισμού και του γένους μας από τήν Ιερά Μονή Φιλοθέου ξεκίνησε και έγινε εθναπόστολος και ιερομάρτυρας.

Με τα Θεία και φλογερά κηρύγματά του διεφύλαξε τους χριστιανούς να μη τουρκέψουν κι αλλάξουν την πίστη τους από τη Στερεά Ελλάδα μέχρι τη Βόρειο Ήπειρο και αφού ίδρυσε 300 Δημοτικά Σχολεία και 16 Σχολαρχεία, τελειώθηκε για την αγάπη του Χριστού με μαρτυρικό θάνατο.


ΔΙΔΑΧΕΣ ΑΓΙΟΥ ΚΟΣΜΑ ΤΟΥ ΑΙΤΩΛΟΥ
Τὸ Σημεῖον τοῦ Σταυροῦ

Τώρα σᾶς συμβουλεύω νὰ κάμετε ἀπὸ ἕνα κομβολόγι μικροὶ καὶ μεγάλοι καὶ νὰ τὸ κρατῆτε μὲ τὸ ἀριστερὸ χέρι, καὶ μὲ τὸ δεξιὸ νὰ κάμνετε τὸν σταυρόν σας καὶ νὰ λέγετε: Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, διὰ τῆς Θεοτόκου καὶ πάντων τῶν Ἁγίων ἐλέησόν με τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλόν σου Ὁ πανάγαθος Θεὸς μᾶς ἐχάρισε τὸν τίμιον Σταυρὸν μὲ τὸν ὁποῖον νὰ εὐλογῶμεν, καὶ τὰ Ἄχραντα Μυστήρια. Μὲ τὸν σταυρὸν νὰ ἀνοίγωμεν τὸν παράδεισον, μὲ τὸν σταυρὸν νὰ διώκωμεν τοὺς δαίμονας· ἀλλὰ πρέπει νὰ ἔχωμεν τὸ χέρι μας καθαρὸν ἀπὸ μαρτίας, καὶ τότε κατακαίεται ὁ διάβολος καὶ φεύγει. Ὅθεν, ἀδελφοί μου, ἢ τρώγετε ἢ πίνετε ἢ δουλεύετε, νὰ μὴ σᾶς λείπη αὐτὸς ὁ λόγος καὶ ὁ σταυρός· καὶ καλὸν καὶ ἅγιον εἶνε νὰ προσεύχεσθε πάντοτε τὴν αὐγήν, τὸ βράδυ καὶ τὰ μεσάνυκτα.

Ἀκούσατε, ἀδελφοί μου, πῶς πρέπει νὰ γίνεται ὁ σταυρὸς καὶ τί σημαίνει. Πρῶτον· ὅπως ἡ Ἁγία Τριὰς δοξάζεται εἰς τὸν οὐρανὸν ἀπὸ τοὺς Ἀγγέλους, οὕτω καὶ σὺ νὰ σμίγης τὰ τρία σου δάκτυλα τῆς δεξιᾶς χειρός· καὶ μὴ δυνάμενος νὰ ἀναβῆς εἰς τὸν οὐρανὸν νὰ προσκυνήσῃς, βάνεις τὴν χείραν σου εἰς τὴν κεφαλήν σου (διότι ἡ κεφαλὴ σημαίνει τὸν οὐρανόν) καὶ λέγεις: Καθὼς οἱ Ἄγγελοι δοξάζουσι τὴν Ἁγία Τριάδα εἰς τὸν οὐρανόν, ἔτσι καὶ ἐγὼ ὡς δοῦλος δοξάζω καὶ προσκυνῶ τὴν Ἁγίαν Τριάδα· καὶ καθὼς τὰ δάκτυλα εἶνε τρία, εἶνε ξεχωριστά, εἶνε καὶ μαζί, ἔτσι καὶ ἡ Ἁγία Τριὰς εἶνε τρία πρόσωπα, ἀλλ᾿ εἷς Θεός. Κατεβάζων τὸ χέρι σου εἰς τὴν κοιλίαν σου νὰ λέγης: Σὲ προσκυνῶ καὶ Σὲ λατρεύω, Κύριέ μου, ὅτι κατεδέχθης καὶ ἐσαρκώθης εἰς τὴν κοιλίαν τῆς Θεοτόκου διὰ τὰς ἁμαρτίας μας. Τὸ βάζεις λοιπὸν εἰς τὸν δεξιόν σου ὦμον καὶ λέγεις: Σὲ παρακαλῶ, Θεέ μου, νὰ μὲ συγχωρήσῃς καὶ νὰ μὲ βάλης εἰς τὰ δεξιά σου μὲ τοὺς δικαίους. Βάνοντάς το πάλιν εἰς τὸν ἀριστερὸν ὦμον λέγεις: Σὲ παρακαλῶ, Κύριέ μου, μὴ μὲ βάλης εἰς τὰ ἀριστερὰ μὲ τοὺς ἁμαρτωλούς. Ἔπειτα κύπτοντας κάτω εἰς τὴν γῆν: Σὲ δοξάζω, Θεέ μου, Σὲ προσκυνῶ καὶ Σὲ λατρεύω, ὅτι καθὼς ἐβάλθηκες εἰς τὸν τάφον, ἔτσι θὰ βαλθῶ καὶ ἐγώ. Καὶ ὅταν σηκώνεσαι ὀρθός, φανερώνει τὴν ἀνάστασιν καὶ λέγεις: Σὲ δοξάζω καὶ Σὲ προσκυνῶ, Κύριέ μου, ὅτι ἀνέστης ἐκ νεκρῶν διὰ νὰ μᾶς χαρίσῃς ζωὴν αἰώνιον. Αὐτὸ σημαίνει ὁ Σταυρός!


ΑΓΙΟΣ ΝΕΚΤΑΡΙΟΣ
                
    Απολυτίκιον

 Σηλυβρίας τον γόνον και Αιγίνης τον έφορον,
 τον εσχάτοις χρόνοις φανέντα,
  αρετής φίλον γνήσιον,
  Νεκτάριον τιμήσωμεν πιστοί,
  ως ένθεον θεράποντα Χριστού·
  αναβλύζει γαρ ιάσεις παντοδαπάς,
   τοις ευλαβώς κραυγάζουσι·
   δόξα τω σε δοξάσαντι Χριστώ,
   δόξα τω σε θαυμαστώσαντι,
  δόξα τω ενεργούντι διά σου πάσιν ιάματα



Αγία Μαρίνα η Μεγαλομάρτυς - Ο Άγιος Παΐσιος ο Αγιορείτης- Γέροντας Ιωσήφ Ησυχαστής
ΤΟ ΑΓΙΑΣΜΑ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΓΛΥΚΟΦΙΛΟΥΣΗΣ
 
Copyright 2016. All rights reserved.
Επιστροφή στο περιεχόμενο | Επιστροφή στο κύριο μενού