Σήμερα Γιορτάζει η Ιερά Μονή Φιλοθέου στη Μνήμη του Ιερομάρτυρα Κοσμά του Αιτωλού, του Φιλοθεΐτη (24 Αυγούστου/6 Σεπτεμβρίου). - ΠΡΟΣΦΑΤΕΣ ΔΗΜΟΣΙΕΥΣΕΙΣ - ΠΑΝΑΓΙΑ ΓΛΥΚΟΦΙΛΟΥΣΑ

Αναζήτηση
Μετάβαση στο περιεχόμενο

Κύριο Μενού:

Σήμερα Γιορτάζει η Ιερά Μονή Φιλοθέου στη Μνήμη του Ιερομάρτυρα Κοσμά του Αιτωλού, του Φιλοθεΐτη (24 Αυγούστου/6 Σεπτεμβρίου).

Δημοσιεύθηκε από σε ΝΕΑ ΑΡΘΡΑ ·
Σήμερα Γιορτάζει  η Ιερά Μονή Φιλοθέου στη Μνήμη του Ιερομάρτυρα Κοσμά του Αιτωλού, του Φιλοθεΐτη (24 Αυγούστου/6 Σεπτεμβρίου).
Των λατρευτικών εκδηλώσεων θα προστεί ο Σεβασμιώτατος Μητροπολίτης Κίτρους, Κατερίνης και Πλαταμώνος κ.κ. Γεώργιος.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ
ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΝ
ΚΟΣΜΑΝ ΤΟΝ ΑΙΤΩΛΟΝ

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε, εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς ζηλωτὴς τῶν ἱερῶν Ἀποστόλων, τὸν φωτισμὸν τοῦ Παρακλήτου ἐδέξω, καὶ εὐσεβείας κῆρυξ ὤφθης ἔνθεος· ὅθεν ἡμᾶς στήριξον, θεμελίῳ τῷ θείῳ, Ὀρθοδόξου πίστεως, καὶ δογμάτων ἁγίων, Ἱερομάρτυς ἔνδοξε Κοσμᾶ, πταισμάτων λύσιν, ἡμῖν ἐξαιτούμενος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστατο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´ Ψαλμός, καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Κοσμᾶ, κόσμει ἡμᾶς θείῳ λόγῳ. Γερασίμου.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Κοσμήσας ταῖς θείαις σου διδαχαῖς, πιστῶν τὰς καρδίας, Ἰσαπόστολε θαυμαστέ, ἡμᾶς τῶν παθῶν τῆς ἀκοσμίας, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου λύτρωσαι.

Ὁ λόγῳ ἁγίῳ διδακτικῷ, πιστῶν τὰς καρδίας, ὁδηγήσας πρὸς τὸν Χριστόν, ἴθυνον ἡμᾶς Κοσμᾶ θεόφρον, πρὸς ἀρετῆς τὴν τελείαν ἐπίδοσιν.

Σοφίᾳ ἐκλάμπων πνευματικῇ, τοῦ Εὐαγγελίου, κῆρυξ ὤφθης θεοειδής, ἐν ᾧ πολιτεύεσθαι ἀξίως, Πάτερ Κοσμᾶ ἡμᾶς πάντας συνέτισον.

Θεοτοκίον.

Μὴ φλέξας νηδύν σου τὴν καθαράν, Θεὸς σωματοῦται, ἐξ αἱμάτων σου τῶν ἁγνῶν· ᾧ πρέσβευε μόνη Θεοτόκε, κατοικτειρῆσαι τοὺς σὲ μακαρίζοντας.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.

Ἀποστόλων τὸν ζῆλον, πεπλουτηκὼς Ὅσιε· ὅθεν ἐκκαθαίρεις καρδίας, θείῳ κηρύγματι καὶ νῦν ἐκρίζωσον, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, πάντα τὰ ζιζάνια, ταῖς ἱκεσίαις σου.

Κοσμηθεὶς ἐν τῷ Ἄθῳ, ταῖς ὑπὲρ νοῦν λάμψεσι, πάσῃ τῇ Ἑλλάδι ἐκλάμπεις, τὸ φῶς τῆς πίστεως, δι᾿ οὗ ἀπέλασον, αἱρετικῶν σκοτομήνην ἀπειλοῦσαν Ἅγιε, ἡμῖν τὸν ὄλεθρον.

Ὁ δυνάμει τοῦ λόγου, καὶ διδαχῶν χάρισι, πλείστους ἐκ βυθοῦ ἀφαρπάσας, τῆς ματαιότητος, ἡμᾶς ἐξάρπασον, ὡς Ἰσαπόστολος μέγας, Πάτερ ἐκ τοῦ φάρυγγος δεινῶν δοκήσεων.

Θεοτοκίον.

Σαρκοφόρον τεκοῦσα, τὸν τοῦ παντὸς αἴτιον Κόρη ἐν μιᾷ ὑποστάσει, δυσὶ δὲ φύσεσιν αὐτὸν ἱκέτευε, τὰ τῆς σαρκὸς ἡμῶν πάθη, θανατῶσαι Ἄχραντε, πλούτῳ χρηστότητος.

Διάσωσον Ἱερομάρτυς ἐκ πάσης ἡμᾶς ἀνάγκης, τοὺς τιμῶντας ὡς Ἰσαπόστολον θεῖόν σε, Κοσμᾶ παμμάκαρ λιταῖς σου πρὸς τὸν Σωτῆρα.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ στόματος κάκωσιν· καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Ὁ λόγος ὁ σός, ὡς δρόσος ἐπουράνιος, αὐχμώσαις ψυχαῖς ἐδείχθη Θείῳ πνεύματι· ἀλλ᾿ ὦ Κοσμᾶ θεόσοφε, τὰς καρδίας ἡμῶν καταδρόσισον, τῇ ἐπομβρίᾳ τῶν σῶν διδαχῶν, παθῶν φλεγομένας ἐν τοῖς ἄνθραξι.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.

Μαθητὴς ὡς θεόσοφος, τοῦ Εὐαγγελίου Πάτερ τῆς χάριτος, τὰς ψυχὰς ἡμῶν χαρίτωσον, τῇ διδασκαλίᾳ τῶν χειλέων σου.

Ἐκ κινδύνων καὶ θλίψεων, καὶ πολυειδῶν ἡμᾶς περιστάσεων, Ἰσαπόστολε μακάριε, ταῖς σαῖς προστασίαις ἐλευθέρωσον.

Ἰλασμὸν ἡμῖν αἴτησαι, καὶ παραπτωμάτων τὴν λύσιν Ἅγιε, καὶ εἰρήνην καὶ ὁμόνοιαν, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Θεοτοκίον.

Ἡ Θεὸν σωματώσασα, καὶ μετὰ τὸν τόκον ἄφθορος μείνασα, ὡς πρὸς τόκου Ἀειπάρθενε, ἐκ φθορᾶς ἁπάσης ἡμᾶς λύτρωσαι.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.

Μέγας ἀληθῶς, ὡς διδάσκαλος τῆς πίστεως, ἀπὸ πάσης φληναφίας καὶ στροφῆς, τῶν δεινῶν δοκησισόφων ἡμᾶς λύτρωσαι.

Ἄνωθεν ἀεί, Ἰσαπόστολε περίσκεπε, ἐξ αἱρέσεων δεινῶν καὶ χαλεπῶν, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν ταῖς πρεσβείαις σου.

Στόμα τοῦ Θεοῦ, γεγονὼς Κοσμᾶ μακάριε, μελετᾶν ἡμᾶς τὰ λόγια Θεοῦ, δίδου σύνεσιν καὶ φρόνησιν τοῦ σώζεσθαι.

Θεοτοκίον.

Θρόνος τοῦ Θεοῦ, ἀνεδείχθης Μητροπάρθενε, ὥσπερ βρέφος τοῦτον φέρουσα χερσίν, ὃν δυσώπει ἐλεῆσαι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.

Εἰς ἅπασαν, τὴν Ἑλλάδα ἐξῆλθεν, ὁ σωτήριός σου λόγος τρισμάκαρ Εὐαγγελίου σάλπιγξ ἐδείχθης· ὅθεν ὠσὶ τῶν ψυχῶν ἡμῶν σάλπισον, Κοσμᾶ τὸν φόβον τοῦ Θεοῦ, ὡς ἂν βίον θεάρεστον ζήσωμεν.

Ἰάσεις, καὶ ζῶν τελῶν θεηγόρε, καὶ μετὰ τὸ σὸν μακάριον τέλος· ὅθεν ἡμῶν τὴν νοσοῦσαν καρδίαν, καὶ τὰ τοῦ σώματος ἄλγη ἰάτρευσον, Κοσμᾶ Ἀπόστολε Χριστοῦ, τῇ δοθείσῃ σοι ἄνωθεν χάριτι.

Ὡς ἔχων, πρὸς τὸν Χριστὸν παρρησίαν, Ἰσαπόστολε Κοσμᾶ θεοφόρε, μὴ διαλίπῃς ἀπαύστως πρεσβεύειν, καινοφανέσι διδάγμασιν Ὅσιε, μὴ προσανέχειν τοὺς πιστούς, ἀλλ᾿ ἐκ τούτων ταχέως μακρύνεσθαι.

Θεοτοκίον.

Λυχνία, χρυσοειδὴς ἀνεδείχθης, τὸ ἀπαύγασμα Πατρὸς ὡς τεκοῦσα, ἐν ὁμοιώματι Κόρη ἀνθρώπων, τὴν ἀνθρωπίνην οὐσίαν ῥυόμενον, ἐκ τῆς κατάρας τοῦ Ἀδάμ· διὰ τοῦτο ὑμνοῦμέν σε Δέσποινα.

Διάσωσον Ἱερομάρτυς ἐκ πάσης ἡμᾶς ἀνάγκης, τοὺς τιμῶντας ὡς Ἰσαπόστολον θεῖόν σε, Κοσμᾶ παμμάκαρ λιταῖς σου πρὸς τὸν Σωτῆρα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.

Ἱεροκῆρυξ Κοσμᾶ Ἱσαπόστολε, τῆς Ἐκκλησίας θεμέλιε ἄρρηκτε, τῇ πέτρᾳ τῆς πίστεως στήριξον, σαλευομένας καρδίας ταῖς θλίψεσιν, αἰτούμενος πᾶσι θεῖον ἔλεος.

Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὑτοῦ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (ι´ 1, 5-8).

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς, λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.

Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Κόσμος ἐνθεώτατος, τῆς Ἐκκλησίας ἐδείχθης, Κοσμᾶ Ἰσαπόστολε, καὶ ταύτην ἐκόσμησας θείῳ λόγῳ σου· ᾧ καὶ νῦν φώτισον, ἡμῶν τὰς καρδίας, ἐναρέτως πολιτεύεσθαι, καὶ ἅπαν σκάνδαλον, ἐκ τοῦ πονηροῦ ἀποτρέπεσθαι, ἐμμένειν ἀσαλεύτους δέ, θείαις καὶ σεπταῖς παραδόσεσι, ταῖς τῶν θεηγόρων, Πατέρων ἵνα εὕρωμεν ζωήν, τὴν αἰωνίζουσαν Ἅγιε, θείαις ἱκεσίαις σου.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...

Εἶτα, ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

Οὐρανόθεν τὴν κλῆσιν, δεδεγμένος κηρύττεις τὸ Εὐαγγέλιον· αὐτοῦ τὰς θείας ῥήσεις, καὶ τὴν διδασκαλίαν, ἐκπληροῦν ἐνδυνάμωσον, τῶν εὐσεβῶν τὰς ψυχάς, Κοσμᾶ Πνευματοφόρε.

Γεωργήσας πανσόφως, τῷ ἀρότρῳ τοῦ λόγου ψυχῶν τὴν ἄρουραν, βλαστάνειν τὰς καρδίας, ἡμῶν τὸν θεῖον φόβον, καταξίωσον Ἅγιε, τῇ γεωργίᾳ Κοσμᾶ, τῶν θείων διδαχῶν σου.

Ὥσπερ τρόπαιον θεῖον, τὸν Σταυρὸν τοῦ Κυρίου ἵδρυες Ὅσιε· διὸ σταυροῦν τὴν σάρκα, καὶ ζῆν ζωὴν ἁγίαν, ἐν Χριστῷ ἐνδυνάμωσον, ταῖς πρὸς Θεόν σου εὐχαῖς, ἡμᾶς Κοσμᾶ τρισμάκαρ.

Θεοτοκίον.

Γνώμην ἔμφρονα δίδου, καὶ κατάνυξιν Κόρη καὶ νοῦν θεόφρονα, τοῖς πίστει ἀφορῶσι, πρὸς τὴν σεπτήν σου σκέπην, Θεοτόκε Πανάμωμε καὶ τῶν πταισμάτων Ἁγνή, τὴν λύσιν ἡμῖν αἴτει.

ᾨδὴ η´. Τὸν Βασιλέα.

Εὗρέ σε Πάτερ, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, θεῖον στήριγμα ἐν χρόνοις τῆς δουλείας, ψυχὰς τῆς δουλείας, λυτρούμενον τῆς πλάνης.

Ῥύπων κακίας, καὶ μολυσμῶν ἁμαρτίας, ἀποκάθαρον τῶν πρεσβειῶν σου ῥείθροις, Κοσμᾶ θεηγόρε, ἡμῶν τὰς διανοίας.

Αἱρετιζόντων, καινοφανῶν τὴν ἀπάτην, ἐξαφάνισον τὴν ἀπειλοῦσαν Πάτερ, πᾶσαν κατακλύζειν, Χριστοῦ τὴν Ἐκκλησίαν.

Θεοτοκίον.

Σκέπη ὑπάρχεις, καὶ καταφύγιον μέγα, Ἀειπάρθενε Χριστιανῶν τοῦ γένους· ὅθεν ἡμᾶς σκέπε, ἐκ πάσης ἐπηρείας.

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.

Ἰσχὺν ἡμῖν παράσχου, κατὰ πάσης πλάνης, καὶ ἁμαρτίας Κοσμᾶ Ἰσαπόστολε, καὶ πειρασμῶν πολυτρόπων τὴν ἀπολύτρωσιν.

Μαρτύρων τῷ στεφάνῳ, ὡς Ἱερομάρτυς, κεκοσμημένος Κοσμᾶ Ἰσαπόστολε, τῶν ἀρετῶν ταῖς ἰδέαις ἡμᾶς στεφάνωσον.

Ὁ νέος Ἐκκλησίας, λύχνος τε καὶ στῦλος, Ὀρθοδοξίας τῇ βάσει ἑδραίωσον, τῶν εὐσεβῶν τὰς καρδίας Κοσμᾶ μακάριε.

Θεοτοκίον.

Ὑπέραγνε Μαρία, μόνη Θεοτόκε, τὴν ἐν ἐμοὶ ἀθυμίαν ἀπέλασον, καὶ εὐφροσύνης τῆς θείας με Κόρη πλήρωσον.

Ἄξιόν ἐστι... καὶ τὰ παρόντα Μεγαλυνάρια·

Χαίροις Ἀποστόλων ὁ μιμητής, καὶ Εὐαγγελίου, θεηγόρος ὑφηγητής· χαίροις σεμνοῦ βίου, διδάσκαλος ὁ θεῖος, Κοσμᾶ Πνευματοφόρε, στόμα τῆς χάριτος.

Ὄργανον τοῦ Πνεύματος γεγονώς, σεαυτὸν καθάρας, δι᾿ ἀσκήσεως ἱερᾶς, ἐν Ὄρει τοῦ Ἄθω, ἐξῆλθες θείᾳ νεύσει, καὶ χάριτος τὸν λόγον πᾶσιν ἐκήρυξας.

Ὡς ὁ Παῦλος Πάτερ περιελθών, πόλεις καὶ χωρία, ταῖς καρδίαις τῶν εὐσεβῶν, πίστεως τὴν φλόγα, ἀνῆψας τῆς ἁγίας, καὶ ἔφλεξας τῆς πλάνης, ἅπαν ζιζάνιον.

Χαίροις Αἰτωλίας θεῖος βλαστός, Ἄθωνος ὁ φοῖνιξ, ὁ κατάκαρπος καὶ σεπτός· χαίροις εὐσεβείας, ὁ θεῖος ὑποφήτης, ἐν ἔργῳ τε καὶ λόγῳ, Κοσμᾶ μακάριε.

Ἤνυσας τοὺς δρόμους τοὺς συνεχεῖς, ὑπὲρ σωτηρίας, τοῦ πλησίον Πάτερ Κοσμᾶ, καὶ τὸ δι᾿ ἀγχόνης, στερρῶς ἐνέγκας τέλος, μαρτυρικῆς εὐκλείας λαμπρῶς ἠξίωσαι.

Πάσης ἐπηρείας ὀδυνηρᾶς, καὶ κενοφωνίας, ἐν τῇ πίστει ψυχοβλαβοῦς, ἄτρωτον συντήρει, Χριστοῦ τὴν Ἐκκλησίαν, Κοσμᾶ ταῖς σαῖς πρεσβείαις, πρὸς τὸν Φιλάνθρωπον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος γ´. Θείας πίστεως.
Θείας πίστεως, διδασκαλίᾳ, κατεκόσμησας, τὴν Ἐκκλησίαν, ζηλωτὴς τῶν Ἀποστόλων γενόμενος· καὶ κατασπείρας τὰ θεῖα διδάγματα, μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ᾿ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ πρὸς Χριστὸν μεσιτείᾳ, Κοσμᾶ μακάριε, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως, καὶ πταισμάτων συγχώρησιν, δοθῆναι δυσώπει καὶ βίου διόρθωσιν, καὶ θεῖον ἔλεος, ὅπως ἐναρέτοις ἐν ἔργοις, ζήσαντες ζωῆς τῆς ἀλήκτου, μετὰ τέλος μέτοχοι γενώμεθα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δίστιχον.
Κοσμᾶ ἐναρέτοις με κόσμησον ἔργοις
Γεράσιμον σπεύδοντα τῇ ἀρωγῇ σου.
________________________________________






Δεν υπάρχουν σχόλια

Copyright 2016. All rights reserved.
Επιστροφή στο περιεχόμενο | Επιστροφή στο κύριο μενού